# Contra Eunomium 399.1

Gregorius Nyssenus, Contra Eunomium, 399.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/399.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/399.1

A γένους ἐρμηνεύεται. Καὶ ἐπειδὴ οὐχ ἱκανὸν ἦν τὸ τοιούτου τῆς γεννήσεως εἶδος ἀρκοῦσαν ἡμῖν ἐμποιῆσαι τῆς ἀφθίου περὶ τοῦ Μονογενοῦς ὑπάρξεως τὴν φαντασίαν, συμπαραλαμβάνει καὶ ἕτερον τῆς γεννήσεως εἶδος, πρὸς σημασίαν τῆς τοῦ Υἱοῦ θεολογίας, τὸ ἐκ τῆς ὕλης ἀπορροίας, καὶ φησιν ἀπαύγασμα ὄντος, καὶ ὁσμὴν μύρου καὶ ἀτμίδα Θεοῦ, ἅπερ ἐν τῇ προηκείσῃ παρ' ἡμῶν τεχνολογίᾳ ἡ καθ' ἡμᾶς συνθεσία ὕλικην ἀπορροίαν ὀνομάζει. Ἄλλ' ὡςπερ ἐν τοῖς προειρημένοις οὔτε ἡ τῆς κτίσεως ποίησις, οὔτε ἡ τοῦ Υἱοῦ σημασία χρόνον, ἢ ὕλην, ἢ κόπον, ἢ πάθος συμπαραδέξατο · οὕτως καὶ ἐνταῦθὰ πάσης τῆς ὕλικῆς ἐννοίας ἐκκαθάρας τὴν τοῦ ἀπαυγάσματος καὶ τῶν λοιπῶν τῶν μεμνησυσθέντων σημασίαν, μόνον τὸ θεοπρεπὲς τοῦ τοιούτου τῆς γεννήσεως εἴδους B ὁ λόγος παραλαβὼν, ἐνδείκνυται τὸ ἐξ αὐτοῦ τε καὶ μετ' αὐτοῦ νοεῖσθαι, διὰ τὴν κατὰ τὴν λέξιν παῦσιν ἐμφάσεως. Οὔτε γὰρ ἡ ἀτμὶς τὴν εἰς ἀέρα διάχυσιν ἐκ τῆς ὑποκειμένης ὕλης παρίστησιν, οὔτε ἡ ὁσμὴ τὴν ἐκ τῆς ποιότητος τοῦ μύρου γινόμενον πρὸς τὸν ἀέρα μετάστασιν, οὔτε ἀπαύγασμα τὴν ἐκ τοῦ ἡλιακοῦ σώματος διὰ τῶν ἀκτίνων ἀπορροίαν. Ἄλλὰ τοῦτο μόνον ἐκ πάντων, καθὼς εἴρηται, διὰ τοῦ τοιούτου τῆς γεννήσεως τρόπου δηλοῦται, τὸ ἐξ ἐκείνου τε εἶναι καὶ μετ' ἐκείνου νοεῖσθαι · μηδενὸς διαστήματος μεταξὺ τοῦ Πατρὸς καὶ τοῦ ἐξ αὐτοῦ μεσιτεύοντος. Ἐπεὶ δὲ διὰ πλείονα φιλανθρωπίαν ὁ τοῦ ἁγίου Πνεύματος χάρις πολλάχους ἡμῖν ἐγγενέσθαι τὰς θείας περὶ τοῦ Μονογενοῦς ὑπολήψεις ὡικονόμητο · προσἔθηκε καὶ τὸ λειπόμενον τῶν ἐν γενέσει θεωρουμένων εἴδος, τὸ ἐκ τοῦ νοῦ φημι καὶ τοῦ λόγου. Ἄλλὰ πλείονι χρήται τῇ προμηθείᾳ ὁ ὑψηλὸς Ἰωάννης, ὡς μήποτε ὑπὸ ἀτονίας τε καὶ μικροψυχίας καταπασεῖν τὸν ἀκούοντα πρὸς κοινὴν ἐννοιαν λόγου, ὡς φῶγγον τοῦ Πατρὸς τὸν Υἱὸν νομισθῆναι · διὰ τοῦτο ἐν οὐσίᾳ βλέπειν τὸν Λόγον παρασκευάζει τῷ πρώτῳ χρηγματι, καὶ ἐν οὐσίᾳ οὐχ ἀπεξευωμένῃ τινὶ ἀπερήγυιᾳ τῆς ὧν ἐστιν, ἀλλ' ἐν αὐτῷ καὶ τῇ πρώτῃ καὶ μακαρίᾳ φύσει. Ταῦτα γὰρ διδάσκει, λέγων, ὅτι Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ πρὸς τὸν Θεόν, καὶ Θεός, καὶ πάντα ὅσα ἐστὶν ἡ ἀρχή, καὶ αὐτὸς ὧν. Οὕτως γὰρ περὶ τῆς ἀϊδιότητος τοῦ Μονογενοῦς θεολογῶν διεξέρχεται. Τοῦτων τοίνυν τῶν τῆς γεννήσεως τρόπων, ἤτοι τῶν ἐξ αἰτίας ὑφεστηκότων, ἐν τῇ καθ' ἡμᾶς συνθείᾳ γινωσκομένων, παραληφθέντων δὲ καὶ παρὰ τῆς ἁγίας Γραφῆς πρὸς τὸν ὑπερακείνων διδασκαλίαν, οὕτως ὡς εἴκός ἐστι πρὸς παράστασιν τῶν θείων ὑπολήψεων ἕκαστον τούτων μεταληφθῆναι, χρὶνται δικαίως κρίσιν ὁ ἐντυχάνων τῷ λόγῳ · εἰ τι τῶν περὶ τῆς αἱρέσεως φερομένων ἰσχὺν τινὰ κατὰ τῆς ἀληθείας ἔχει.

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
