# Contra Eunomium 402.2

Gregorius Nyssenus, Contra Eunomium, 402.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/402.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/402.2

Ἄλλὰ ταῦτα μὲν εἰς τοσοῦτον. Καλῶς δ' ἂν ἔχει μηδὲ τὸ ἐφεξῆς παριδεῖν ἀνεῖσται· σιωπᾶτω δὲ τὰ διὰ μέσου παίγνια, οἷς ὁ δεινὸς οὗτος ῥήτωρ μειορακιωδῶς ἐναδρύνεται, εἴτε παίζων, εἴτε σπουδάζων ἐν ταῖς καθ' ἡμῶν λοιδορίαις, ὡς διὰ τοῦτο κρείττων κατὰ τὸν λόγον ἔσεσθαι. Οὐ γὰρ ἤ βιάσεται τις ἡμᾶς, ἢ τοὺς λοξὰς τὰ ὀμματα συνδιαστρέφειν τὰς ὀψεις, ἢ τοὺς ὑπὸ δαιμονίας νόσου παραπεπληγὸτ συνδιαστρεβλούσθαι, συνελλάθεσθαι καὶ συγκαταπίπτειν τῷ σώματι. Ἄλλ' ἐκεῖνον μὲν ἐλέγξομεν, ἡμεῖς δὲ τοῦ καθεστηκότος οὐκ ἐκστησόμεθα. Φησὶ τοίνυν στρέψας πρὸς τὸν διδάσκαλον ἡμῶν τὸν ἐν τῷ πράγματι λόγον, ὡς δὴ κατὰ πρόσωπον τὴν μάχην ποιούμενος, ὅτι τοις ἰδίους ἀλώσει πτεροῖς. Ἐκεῖνον γὰρ εἰρηκὸς, τὸ καλὸν ἀεὶ παρεῖναι τῷ ἐπὶ πάντων Θεῷ, καλὸν δὲ τὸ τοιούτου παῖδος εἶναι πατέρα· οὐκοῦν μηδέποτε τὸ καλὸν ἀπεῖναι αὐτοῦ, μηδὲ ἄνευ Υἱοῦ τὸν Πατέρα θελήσαι· θελήσαντα δὲ μὴ ἀδυνατήσει, δυνάμενον δὲ καὶ βουλόμενον, ἐν τῷ κατὰ γνώμην εἶναι καὶ ἀεὶ ἔχειν τὸν Υἱόν, διὰ τὸ ἀεὶ θέλειν τὸ ἀγαθόν· πρὸς τοῦτο γὰρ ἡ διάνοια τῶν ὑπὸ τοῦ πατρὸς ἡμῶν εἰρημένων βλέπει· ταῦτα προδιασώρας ὁ Εὐνόμιος ἐκ τῆς ἑαυθεν σοφίας ἐπεσάχθηνα, τοιαύτην τινὰ ῥῆσιν πρὸς ἀνατροπὴν τῶν εἰρημένων προβάλλεται, καὶ φησι, Τίς γεννησίς; λέγοντός τινος τῶν τοις τοιούτοις λόγοις ἐμμεμελητηκότων· ὥσπερ εἴπερ τὸ δημιουργεῖν καλὸν καὶ πρέπον Θεῷ, πῶς οὐκ ἀνάρχῳ αὐτῷ τὸ καλὸν καὶ πρέπον παρήν, εἴπερ ἀναρχος ὁ Θεός; Καὶ ταῦτα μήτε ἄγνοιας κωλυούσης, μήτε ἀθεενείας ἐμποδιούσης, ἢ πρὸς τὸ δημιουργεῖν ἡλικίας, καὶ ὅσα συμφρόησας κακῶς σεαυτῷ κατέχεις· οὐ γὰρ δὴ τοῦ Θεοῦ θέμις εἰπεῖν. Εἰ μὲν οὖν ἧν δυνατὸν αὐτὸν τὸν διδάσκαλον πρὸς τὸ ἐρωτηθὲν ἀποκρίνασθαι, ἐδεῖσεν ἂν τῷ Εὐνομίῳ, τίς ἂν ἐγένετο, καθὼς οὗτος ἱτροῦσται διὰ τῆς θεοπαθεστάτου γλώττης, τὸ τε θεῖον ἐκκαλύπτων μυστήριον, καὶ μαστιζὼν τοὺς ἐλέγχοις τοὺς τῆς ἀπάτης προστάτας, ὥστε φανερὸν γενέσθαι

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
