# Contra Eunomium 412.2

Gregorius Nyssenus, Contra Eunomium, 412.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/412.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/412.2

B Οὕτω μὲν οὖν ἡμῖν ἐκ τῆς τεχνικῆς ἐφόδου τὴν ἀλήθειαν Εὐνόμιος εἰς τὸ ἐμφανὲς ἄγει. Ἡμεῖς δὲ κατὰ τὸ σύνθες ἡμῖν τὸν ἐκείνου λόγον πρὸς κατασκευὴν τῶν τῆς ἀληθείας δογμάτων οἰκειωσόμεθα. Ἡς ἂν καὶ διὰ τοῦτο γένηται δῆλον, ὅτι πανταχοῦ κατὰ τὸ ἐκούσιον ὑπ᾽ αὐτῆς τῆς ἀληθείας ἀναγκαζόμενοι, τῷ καθ᾽ ἡμᾶς συναγορεύουσι λόγῳ. Εἰ γὰρ τότε ἐγέννησε τὸν Υἱόν, ὅτε ἐβούλετο, καθὼς φασιν οἱ ἀντίπαλοι, ἐδούλευε δὲ τῷ ἀγαθῷ ἀεί, σύνδρομος δὲ τῇ βουλῇσει ἡ δύναμις, ἀεὶ δρᾷ ὁ Υἱὸς μετὰ τοῦ Πατρὸς νοηθήσεται, τοῦ ἀεὶ καὶ βουλομένου τὸ καλόν, καὶ δυναμένου ἔχειν ὁ βούλεται. Εἰ δὲ χρὴ καὶ τὸν ἐφεξῆς αὐτοῦ λόγον προσάγαγεῖν τῇ ἀληθείᾳ, ράδιόν ἐστι καὶ τοῦτον τῷ καθ᾽ ἡμᾶς συναρμόσαι δόγματι, ὅτι μηδεμία περὶ τούτου ζήτησις ἔστω τοῖς σώφροσιν, διὰ τί μὴ πρότερον· Ἡ γὰρ τοῦ πρότερον λέξεως χρονικὴν τινα τὴν ἐνδείξιν ἔχει, ἀντιδιαστελλομένην πρὸς τὸ μετὰ ταῦτα καὶ ὕστερον· ὅταν δὲ χρόνος μὴ ᾖ, συναἱρεῖται πάντως καὶ τῆς χρονικῆς διαστάσεως τὰ ὀνόματα. Ἄλλ᾽ ἄρα μὴν πρὸ χρόνων καὶ πρὸ αἰώνων ὁ Κύριος· ἄχρηστοις ἄρα τοῖς νοῦν ἔχουσιν ἐπὶ τοῦ ποιητοῦ τῶν αἰώνων, ἡ τοῦ πρότερον καὶ ὕστερον ζήτησις. Κενὰ γὰρ πάσης διανοίας ἐστὶ τὰ τοιαῦτα τῶν ὀνομάτων μὴ ἐπὶ χρόνῳ λεγόμενα. Ἐπεὶ οὖν πρὸ τῶν χρόνων ὁ Κύριος, τὸ πρότερον πάντως καὶ τὸ ὕστερον ἐπὶ αὐτοῦ χώραν οὐκ ἔχει. Τάχα μὲν ἀπόρρη καὶ ταῦτα πρὸς ἀνατροπὴν τῶν οὐ δεομένων τοῦ προσπαλαίοντος, ἀλλ᾽ ὑπὸ τῆς ἰδίας αὐτῶν ἀτονίας καταπιπτόντων. Τίς γὰρ τοσοῦτον εὐχολος ἐκ τῶν τοῦ βίου φροντιδῶν, ὡς ἐπὶ τοσοῦτον ἐαυτὸν δοῦναι τῇ ἀπροάσει τῆς τε ματαιότητος τῶν ὑπεναντίων λόγων, καὶ τῆς ἡμετέρας πρὸς τὰ μάταια πράγματα μάχης· ἀλλ᾽ ἐπειδὴ τοῖς προειλημμένοις τῇ ἀσεβείᾳ, καθάπερ τις δεσποδίας βαρὴ καὶ δυσέκνηπτος ἡ ἀπάτη, καὶ διὰ βάθους ταῖς καρδίαις ἐγκέχυνται, μικρὸν ἐπὶ τῷ λόγῳ προσδιατρίψωμεν, εἰ πως δυνηθημεν τῆς πονηρᾶς ταύτης κηλίδος αὐτῶν τὰς ψυχὰς ἀπορρύψαι. Εἰπὼν γὰρ τὰ εἰρημένα, καὶ ἐπαγαγὼν τούτοις, κατὰ τὸν παιδευτὴν αὐτοῦ Προῦνιχον, ἀναρρήτους τινὰς καὶ ἀναρμόστους ὕβρεων τε καὶ λοιδορημάτων ὀκτάδας, ἐπὶ τὸν χολορᾶς τῶν ἐπιχειρημάτων μετέρχεται, καὶ καταλιπὼν τὴν ἀσυλλόγιστον τῆς ματαιότητος ἔκθεσιν, πάλιν τοῖς ἐκείνους τῆς διαλεκτικῆς καθοπλίσα τὸν λόγον, συλλογιστικῶς, ὡς οἴεται, καθ᾽ ἡμῶν κατασκευάζει τὸ ἄτοπον.

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
