# Contra Eunomium 417.1.14-22

Gregorius Nyssenus, Contra Eunomium, 417.1.14 to 417.1.22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/417.1.14
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/417.1.14

Τὸ γὰρ μὴ εἶναι, τοῦ τε μὴ γενηθέντος καὶ τοῦ τεθνηκὸς πλὴν τῆς διαφορᾶς τῶν ὀνομάτων, ἴσον ἐστίν, ὑπεξαιρεμένου τοῦ κατὰ τὴν ἐλπίδα τῆς ἀναστάσεως λόγου. Ἐπειδὴ τοίνυν ἀρχηγὸν ζωῆς καὶ αὐτὸς ζωὴν τὸν μονογενῆ Θεὸν παρὰ τῆς Γραφῆς μεμαθήκαμεν, καὶ φῶς, καὶ ἀλήθειαν, καὶ πᾶν ὅπερ ἐστὶν ἐν ὀνόματι καὶ νοήματι τίμιον, ἀτοπον καὶ δυσσεβὲς εἶναι φάμεν, τῷ ὄντι ὄντι συνθεωρεῖν τὸ ἐξ ἐναντίου νοούμενον, ἢ διάλυσιν εἰς θοράν, ἢ ἀνυπαρξίαν πρὸ τῆς συστάσεως, ἀλλὰ πανταχόθεν πρὸς τὸ προαιώνιον ἐπεκτεινόντες ἐαυτῶν τὴν διάνοιαν, οὐδαμοῦ πρὸς τὸ μὴ ὄν τὰς ἐνοίας λήγομεν· ἴσον εἰς ἀσεβείαν κρίνοντες οὐλῆποτε χρόνῳ τὴν ἀνυπαρξίαν περικόπτειν τὸ Θεῖον. Ταὐτὸ γὰρ ἐστὶ καὶ θνητὴν εἰπεῖν τὴν ἀθάνατον ζωὴν, καὶ ψευδὴ τὴν ἀλήθειαν, καὶ σκοτεινὸν τὸ φῶς, καὶ μὴ εἶναι τὸ ὄν. Ὁ τοίνυν τὸ μὴ ἔσεσθαι ποτε μὴ δέδους, οὐδὲ τὸ μὴ εἶναι ποτε συνθέμενος, κατὰ τὸν ἡμέτερον λόγον, τὴν αὐτὴν ἀτοπίαν φεύγων καθ’ ἑκάτερον μέρος· ὡς γὰρ τὸ ἀτελέστατον τῆς ζωῆς τοῦ Μονογενοῦς οὐχ ἐπιχόπτει θάνατος, οὕτως οὐδὲ κατὰ τὸ ἄνω ἢ ἀνυπαρξία στήσει πρὸς τὸ ἀίδιον αὐτοῦ τὴν ζωὴν προῖούσαν· ὡς ἂν πανταχόθεν καθαρούμενο τοῦ ὄντος ὄν τῆς πρὸς τὸ μὴ ὄντος ἐν κοινωνίας. Διὰ τοῦτο πᾶρῃ γενέσθαι τῆς τοιαύτης πλάνης τοὺς μαθητὰς θελῶν ὁ Κύριος· ὡς ἂν μὴ ποτε, καὶ αὐτοὶ τὸ πρεσβύτερον τῆς τοῦ Μονογενοῦς ὑποστάσεως ἀναζητοῦντες, πρὸς τὸ ἄν-

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
