# Contra Eunomium 419.15-44

Gregorius Nyssenus, Contra Eunomium, 419.15 to 419.44. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/419.15
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/419.15

Καὶ μηδὲς ἐκ τῆς ἄλλης κτίσεως ἀνατρέπεν οἴεσθω τὴν ἐκ τῆς ἀκολουθίας ταύτης ἀναδειχθεῖσαν ἀτοπίαν τοῦ δόγματος. Ἔρει γὰρ τις ἴσως, ὅτι ὡσπερ τοῦ οὐρανοῦ μὴ ὄντος οὐδὲν ἐναντίον τοῦτο· οὕτως καὶ τοῦ Υἱοῦ μὴ γενομένου, ὅς ἐστιν ἀλήθεια, οὐ πάντως ἀναγκαζόμεθα τὸ ἐναντίον εἶναι συνιθῆσθαι. Πρὸς ὃν ἐστὶν εἰπεῖν· ὅτι οὐρανῷ μὲν, τὸ ἀντικειμένον ἐστιν οὐδὲν, εἰ μὴ ἄρα τὸ εἶναι αὐτόν, τὸ μὴ εἶναι τις λέγοι ἀντίθετον. Τῇ δὲ ἀρετῇ τὸ κατὰ κακίαν πάντως ἀντικαθίστηκεν. Ἀρετὴ δὲ ὁ Κύριος· ὥστε οὐρανοῦ μὲν μὴ ὄντος, οὐδὲν ἦν, ἀγαθοῦ δὲ μὴ ὄντος, τὸ ἐναντίον ἦν. Ὁ οὖν τὸ ἀγαθὸν λέγων μὴ εἶναι, τὸ κακὸν εἶναι καὶ μὴ βουλόμενος πάντως συνθήσεται. Ἄλλα καὶ ὁ Πατὴρ, φησὶ, καὶ παντελὴς ἐστιν ἀρετὴ καὶ ζωή, καὶ ἀπρόσιτον φῶς, καὶ πάντα τὰ ὑψηλὰ νοήματα τε καὶ ὀνόματα· ὡς μὴ εἶναι ἀνάγκην, ὅτε τὸ μονογενὲς φῶς οὔπω ἦν, τὸ κατάλληλον ἐκ τοῦ ἐναντίου νοεῖσθαι σκότος. Ἄλλ’ οὕτως ὁ ἐμὸς ἐστὶ λόγος, ὅτι οὐδὲ ποτε σκότος ἦν. Οὐδὲ γὰρ ποτε τὸ φῶς οὐχ ἦν, ἀεὶ γὰρ ἐν τῷ φωτὶ πάντα ἐστὶ τὸ φῶς, καθὼς ἡ προφητεία λέγει. Εἰ δὲ κατὰ τὸν λόγον τῆς αἱρέσεως, ἄλλο τὸ ἀγέννητον ἐστὶ φῶς, καὶ τὸ μὲν ἐξ αἰδίου, τοῦτο δὲ μετὰ ταῦτα γεγόμενον, ἀνάγκη πᾶσα τῷ μὲν αἰδίῳ φωτὶ, μηδέποτε χώραν εὑρεῖν ἀντικαταστήναι τὸ ἀντικείμενον· ἀεὶ γὰρ λάμποντος τοῦ φωτὸς, ἡ ἐνέργεια τοῦ σκότους ἐπ’ αὐτοῦ καιρὸν οὐχ ἔχει. Ἐπὶ δὲ τοῦ μετὰ ταῦτα, καθὼς ἐκεῖνοι φασιν, γεγόντος, ἀμήχανον εἶναι μὴ ἐκ σκότους τὸ φῶς λάμψαι, ἀλλὰ πάντη καὶ πάντως τοῦ τε αἰδίου φωτὸς καὶ τοῦ ὑστερον γενομένου σκότους τὸ μέσον δια- ληφθήσεται. Οὐ γὰρ ἂν τῆς κατασκευῆς τοῦ μετὰ ταῦτα φωτὸς χρεία ἐγίνετο, εἰ μὴ πρὸς τι χρήσιμον

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
