# Contra Eunomium 424.1

Gregorius Nyssenus, Contra Eunomium, 424.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/424.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/424.1

δδύρωμαι, τὸ μὴ εἶναι τὴν αἰώνιον ζωὴν ἐν τῷ Υἱῷ τοὺς δειλαίους νομίζειν, ἢ τὸ χαμαλὴν οὕτω καὶ πρόσεχον βλέπειν τὴν τοῦ Μονογενοῦς ὑπόστασιν, ὥστε τῆς ἀρχῆς αὐτοῦ τοὺς λογισμοὺς ἐπιθάντας, ὑπερύπτειν ἄνω τῆς τοῦ Υἱοῦ ζωῆς ἢ ταυτὸν διανοίᾳ φαντάζεσθαι, καὶ καταλιπόντας κάτω πον τοῦ Κυρίου τὴν γέννησιν, ἐπέκεινα ταύτης ἰσθαι πᾶθω τῆς αἰωνίου ζωῆς; ταύτην γὰρ τὴν εἰρημένα τὴν διάνοιαν ἔχει, ὅτι ὁ ἀνθρώπινος νοῦς τὴν τῶν ὄντων γνώσιν διερευνώμενος, καὶ τῆς αἰσθητῆς τε καὶ νοητῆς κτίσεως ταυτὸν ὑπάρξας, καθ' ὁμοιότητα τῶν λοιπῶν, κατωτέρων ἑαυτὸν τὸν ἐν ἀρχῇ ὄντα Λόγον Θεὸν καταλείψει· καὶ ἐν ᾧ οὐχ ὁ Θεὸς Λόγος, ἐν ἐκείνῳ αὐτὸς γίνεται διὰ τῆς πολυπραγμοσύνης τοῦ νοῦ τοῖς ὑπερκείμενοις τῆς τοῦ Υἱοῦ ζωῆς ἐμβατεύων, ἐκεῖ τὴν αἰώνιον ζωὴν ἐρευνώμενος, ὅπου ὁ Μονογενὴς Θεὸς οὐκ ἔστιν. Πᾶθω γὰρ τῆς αἰωνίας, φησί, ζωῆς εἰς τὰ ἐπέκεινα τοῦ Υἱοῦ τῷ νῷ φέρεται, ὡς ἐν τῷ Υἱῷ πάντως μὴ εὑρῶν τὸ ζητούμενον. Εἰ οὖν οὐκ ἔστιν ἐν τῷ Υἱῷ ἡ αἰώνιος ζωή, ἄρα ψευδῆς ἀλῶται ὁ εἰπών, ὅτι· Ἐγώ εἰμι ἡ ζωή· ἢ ζωή μὲν ἔστιν, οὐκ αἰώνιος δέ. Ἄλλὰ τὸ μὴ αἰώνιον, πρόσκαιρον πάντως. Τὸ δὲ τοιούτου τῆς ζωῆς εἶδος, κοινὸν καὶ τῶν ἀλόγων ἐστιν. Πῶς τοίνυν τὸ μεγαλεῖον τῆς δυνατῆς ζωῆς, εἰ μετέχοι ταύτης καὶ ὁ ἄλογος φύσις; Πῶς δὲ ταύτῳ ἔσται τῇ ζωῇ ὁ λόγος, εἰ τῇ ἀλόγῳ φύσει διὰ τῆς πρόσκαιρου ζωῆς εἰσικαίζοιτο; Εἰ γὰρ κατὰ τὸν μεγάλων Ἰωάννην, ζωή μὲν ἔστιν ὁ Λόγος, πρόσκαιρος δὲ αὕτη καὶ οὐκ αἰώνιος, καθὼς τῇ αἰρέσει δοκεῖ· γίνεται δὲ καὶ ἐν τοῖς ἄλλοις ἡ πρόσκαιρος, τί κατὰ τὸ ἀκόλουθον συμπεραίνεται; ἢ λογικὰ εἶναι τὰ ἄλογα, ἢ λόγον ὁμολογεῖσθαι τὸν Λόγον. Ἄρα ἔτι λόγων πρὸς ἔλεγχον τῆς ἐξαγίστου καὶ πονηρᾶς αὐτῶν βλασφημίας δεόμεθα; Μὴ γὰρ τοιαῦτα λεγόμενα, ὡς χειρωμένην ἔχειν τὴν συμβολὴν τῆς τοῦ Κυρίου ἀρνήσεως; Εἰ γὰρ φανερὸς μὲν ὁ Ἀπόστολος λέγει· Τὸ μὴ αἰώνιον· πρόσκαιρον· οὗτοι δὲ ἐν μόνῃ τῇ οὐσίᾳ τοῦ Πατρὸς τὴν αἰώνιον ὁρῶσι ζωήν, τὸν δὲ Υἱὸν τῆς τοῦ Πατρὸς φύσεως ἀλλοτριώσαντες, συναποτέμνουσι καὶ τῆς αἰωνίου ζωῆς· τί ἄλλο καὶ οὐχὶ ἀρνησις ἐστὶ περιφανής, καὶ ἀθέτησις τῆς εἰς τὸν Κύριον πίστεως, σχῶς τοῦ Ἀποστόλου λέγοντος, τοὺς ἐν τῇ ζωῇ ταύτῃ μόνον ἐν Χριστῷ ἠλπισκότας ἐλεεινοτάτους ἀπάντων εἶναι; Εἰ οὖν ζωή μὲν Κύριος, οὐκ αἰώνιος δέ, πρόσκαιρος πάντως ἐστὶν ἡ ζωὴ καὶ ἡ ἐφήμερος, ἢ κατὰ τὸν παρόντα χρόνον ἐνεργουμένη, ἢ τοὺς ἐλπίζοντας ὁ Ἀπόστολος κατοικτιζεται, ὡς τῆς ἀληθινῆς ἀφαμαρτόντος ζωῆς.

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
