# Contra Eunomium 437.1

Gregorius Nyssenus, Contra Eunomium, 437.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/437.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/437.1

μη αγαθός προδήλως ἔχει τὸ ἀντιφωνούμενον ὀνομα· πρὸς δὲ τὴν τοῦ Μονογενοῦς ἔννοιαν ἐξωθεῖν ὁ χριστομάχος βιάζεται· ἄλλος Μάνης, ἡ Βαρδησάνης τῇ Ἐκκλησίᾳ γινόμενος. Ταῦτά ἐστιν ἐν οἷς οὐδὲν τὸν λόγον ἡμῶν εἶναι φαμεν τῆς σιωπῆς ἐνεργέστερον. Μυρία τις εἰπὼν καὶ πάντας λογισμοὺς ἀνακινήσας οὐκ ἂν εἴποι τοιούτων εἰς κατηγορίαν οὐδὲν, οἷον παρ' αὐτῶν ἐκείνων ἐν παρρησίᾳ κηρύσσεται. Τί γὰρ ἂν τις πρὸς κακίαν εὑροὶ πικρότερον, ἢ τὸ μὴ λέγειν ἀγαθὸν εἶναι τὸν ἐν μορφῇ Θεοῦ ὑπάρχοντα, καὶ οὐχ ἀρπαγμὸν ἠγησάμενον τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἐπὶ τὸ ταπεινὸν τῆς ἀνθρωπίνης καταδῦναι φύσεως, διὰ μόνην φιλανθρωπίαν τοῦτο ποιήσαντα; Ἄντι τίνος οὖν, εἴπε μοι, ταῦτα τῷ Κυρίῳ ἀνταποδίδετε; χρήσομαι γὰρ τῇ Μωϋσέως πρὸς τοὺς Ἰσραηλίτας φωνῇ. Οὐχ ἀγαθός, ὅστις σε κόνιν ἄψυχον ὄντα θεοειδὴ κάλλει κατακοσμήσας, ἔμψυχον εἰκόνα τῆς ἑαυτοῦ δυνάμεως ἀνέστησας; Οὐχ ἀγαθός, ὅ διὰ σὲ μορφὴν δούλου λαβὼν, καὶ ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς τὰ παθήματα τῆς σῆς ἁμαρτίας ἀναλαβόμενος, καὶ τοῦς ἑαυτὸν ἀντάλλαγμα τοῦ σοῦ θανάτου, καὶ ὑπὲρ ἡμῶν κατάρα καὶ ἁμαρτία γενόμενος;

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
