# Contra Eunomium 448.2

Gregorius Nyssenus, Contra Eunomium, 448.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/448.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/448.2

Εἰ δὲ τις οἴεται ταῦτα κατὰ τινὰ συκοφαντίαν παρ᾽ ἡμῶν αὐτῶς ἐπιφέρεσθαι, καθ᾽ ἑαυτὸν διασκεψάσθω τὰ παρ᾽ αὐτοῦ γεγραμμένα, τὰ τε προτεθέντα ἡμῖν εἰς ἐξέτασιν, καὶ ὅσα κατὰ τὸ ἀκόλουθον τοῖς εἰρημένοις ἐπάγεται. Φησὶ γὰρ τὸν τοῦ Κυρίου νόμον παραγραφόμενος (νόμος γὰρ ἐστιν ἡ τῆς θείας μυσταγωγίας παράδοσις) μὴ εἰς Πατέρα τε καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα τὸ βάπτισμα γίνεσθαι, καθὼς ἐντεταίετο τοῖς μαθηταῖς παραδιδὼν τὸ μυστήριον· ἀλλ᾽ εἰς κτίσμα τὸν καὶ πτῆσιν, καὶ οὐ μόνον Πατέρα φησι τοῦ Μονογενοῦς, ἀλλὰ καὶ Θεόν. Ὁ οἱ ποτίζων τὸν πλησίον αὐτοῦ ἀνατροπὴν θολερὰν! Πῶς ἀναταράσσει τῇ ἰλῳδεῖ προσθήκη καὶ ἀναβολῇ τὴν ἀλήθειαν! Πῶς οὐ δέδοικε τὴν ἐπικειμένην ἄρδαν κατὰ τῶν προστιθέντων τι ταῖς θείαις φωναῖς, ἢ ὑφαίρειν τολμῶντων; Ἀναγνῶμεν ἐπ᾽ αὐτῶ τῶν ῥημάτων τὴν τοῦ Κυρίου φωνήν. Πορευθέντες, φησι, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ποῦ κτίσμα τὸν Υἱὸν προσηγόρευσεν; Ποῦ κτίστην καὶ δημιουργὸν τοῦ Μονογενοῦς τὸν Πατέρα ὁ λόγος ἐδίδαξε; Ποῦ δοῦλος Θεοῦ ἐν τοῖς εἰρημένοις ὁ Υἱὸς εἶναι διδάσκεται; Ποῦ Θεὸς τοῦ Υἱοῦ ἐν τῇ παραδόσει τοῦ μυστηρίου κηρύσσεται; Ἄρα νοεῖτε καὶ συνίετε, οἱ δι᾽ ἀπάτης κατασυνέντες πρὸς τὴν ἀπολίειαν, τινὰ τῶν ἰδίων ψυχῶν καθηγητὴν προεστησάσθε, τὸν νοθεύοντα τὰς ἁγίας Γραφάς, τὸν μεταποιούντα τὰς θείας φωνάς, τὸν ἀναβολουὺντα τῷ ἰδίῳ βορβόρῳ τὸ καθαρόν τῶν τῆς εὐσεβείας δογμάτων, τὸν μὴ μόνον καθ᾽ ἡμῶν τὴν ἑαυτοῦ γλῶσσαν ὀλλίζοντα, ἀλλὰ καὶ αὐτὰς μετασκευάζειν ἐπιχει-

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
