# Contra Eunomium 451.2

Gregorius Nyssenus, Contra Eunomium, 451.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/451.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/451.2

Καὶ τοιαύτη τις ἐστὶν ἡ κατὰ τὸ ἀκολουθὸν τῆς βλασφημίας κατασκευὴ, ὡς ἡ καὶ τοῖς μαθηταῖς διὰ τῆς σχετικῆς σημασίας τὸ κοινὸν τῆς οὐσίας πρὸς τὸν Πατέρα σημαρτυρεῖσθαι, ἢ μηδέ τὸν Κύριον διὰ τῆς φωνῆς εἰς κοινωνίαν τῆς τοῦ Πατρὸς ἄγειν φύσεως· καὶ ὡς τὴν δουλείαν τῶν μαθητῶν, τὸν Θεὸν αὐτῶν ὀνομασθῆναι τὸν ἐπὶ πάντων παριστῆναι, κατὰ τὸν αὐτὸν λόγον, καὶ τὸν Υἱὸν δουλεύειν τῷ Θεῷ διὰ τῶν εἰρημένων ὁμολογεῖσθαι. Ὅτι μὲν οὖν οὐ τῇ θεότητι τοῦ Μονογενοῦς ἐφαρμόζεται τὰ πρὸς τὴν Μαρίαν ῥήματα, δι’ αὐτῆς ἐστὶ τῆς τῶν εἰρημένων διανοίας μαθεῖν. Ὁ γὰρ διὰ πάντων πρὸς τὸ ὁμῆμον τῆς ἀνθρωπίνης βραχύτητος ἑαυτὸν, φασί, ταπεινῶν, ἐκεῖνος φθέγγεται τὰ εἰρημένα. Τίς δὲ αὐτῶν τῶν ῥημάτων ἐστὶν ἡ διάνοια, τὴν μὲν ἀκριβείαν εἰδεῖν ἂν οἱ διὰ τοῦ Πνεύματος τὰ βάθη τοῦ μυστηρίου διερευνώμενοι. Ὅσα δὲ καὶ εἰς ἡμερᾶν ἤκει κατάληψιν κατὰ τὴν τῶν Πατέρων ὑπόληψιν, ταῦτα δι’ ὀλίγων παραθήσομεθα. Ὁ τῇ φύσει Πατὴρ τῶν ὄντων, ἐξ οὗ τὰ πάντα τὴν γένεσιν ἔχει, εἷς παρὰ τῆς τοῦ Ἀποστόλου μεγαλοφωνίας ἀνακεκρύκται· Εἷς γὰρ Θεός, φησί, καὶ Πατήρ, ἐξ οὗ τὰ πάντα. Οὐκοῦν ἡ ἀνθρωπίνη φύσις, οὐχ ἀλλοχόθεν ἐπεσῆλθε τῇ κτίσει, οὐδὲ αὐτομάτως ἐνεργὸν τοῖς γεννώσιν· ἀλλὰ τὸν ποιητὴν καὶ αὐτῆς τῆς ἰδίας συστάσεως οὐχ ἄλλον ἔσχεν, ἢ τὸν Πατέρα τῶν πάντων. Καὶ αὐτὸ τὸ τῆς θεότητος ὄνομα, εἰτὶ τὴν ἐποπτικὴν, εἴτε τὴν προνοητικὴν ἐξουσίαν σημαίνει, ἣν οἰκείως εἶχε πρὸς τὸ ἀνθρώπινον. Ὁ γὰρ τὴν δύναμιν παρασχὼν τοῖς οὖσι τοῦ εἶναι, Θεὸς καὶ ἐπόπτης τῶν ἐκ’ ἐκείνου γενομένων ἐστίν. Ἀλλ’ ἐπεὶ κατ’ ἐπιβουλὴν τοῦ ἐνσπειραντος ἡμῖν τὸ τῆς ἀπειθείας ζιζάνιον, οὐκέτι τοῦ πατρικοῦ χαρακτῆρος ἡ φύσις ἡμῶν τὴν εἰκόνα ἐκ’ ἑαυτῆς διεσώσατο· ἀλλὰ πρὸς τὸ αἰσχὸς τῆς ἁμαρτίας μετεμορφώθη· διὰ τοῦτο διὰ τῆς κατὰ τὴν προαίρεσιν ὁμοιότητος εἰς τὴν πονηρὰν

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
