# Contra Eunomium 459.1

Gregorius Nyssenus, Contra Eunomium, 459.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/459.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/459.1

γοῦν αὐτοῖς τὴν ἰσχὺν ἔχει. πάντως οὐκ ἄδηλον τί προστίχει τοὺς εὐ φρονούντας περὶ τούτων λογίζεσθαι. Ὅτι δ’ οὐκ ἐπιφραστικῶς ταύτην τὴν διαβολὴν ἐπιφέρομεν, αὐτὸς ἂν γένοιντο ἡμῖν μάρτυς διὰ τῶν ἰδίων λόγων Εὐνόμιος, ὁ τὸν ἀγέννητον μὲν ἀπρόσιτον φῶς λέγων, καὶ εἰς πείραν παθημάτων ἐλθεῖν μὴ δυνάμενον, ἐπὶ δὲ τῷ γεννητῷ καταλλήλόν τε καὶ συγγενῆ τὴν τοιαύτην διάθεσιν διορίζομενος. Ὡς μηδέ χάριν τῷ μονογενεῖ Θεῷ τὸν ἄνθρωπον ὧν ἕνεκεν ἔπαθεν ἔχειν, εἴπερ αὐτομάτως κατὰ τὸν λόγον αὐτῶν πρὸς τὴν τῶν παθημάτων καταυλάσθην πείραν, τῆς ἐμπαθοῦς οὐσίας φυσικῶς πρὸς τοῦτο κατασυρεῖσης ὅπερ οὐδεμιᾶς ἄξιον εὐχαριστίας ἐστίν. Τίς γὰρ ἂν ἐν χάριτος δεξαίτω μέρει, τὸ κατ’ ἀνάγκην συμβαίνειν, κἂν ἐπικερδὲς καὶ ὠφέλιμον ᾖ; Οὔτε γὰρ τῷ πυρὶ τῆς θερμότητος, οὔτε τῷ ὕδατι τῆς ῥοῆς, χάριν γινώσκομεν, εἰς τὴν ἀνάγκην τῆς φύσεως ἀνάγοντες τὸ γινόμενον, διὰ τὸ μὴ δύνασθαι τὸ πῦρ τῆς θερμαντικῆς ἐνεργείας ἀπολειφθῆναι, ἢ στάσιμον ἐπὶ πρᾶνοῦς μείναι τὸ ὕδωρ, αὐτομάτως τῆς τοπικῆς ἐπικλίσεως ἐφελκόμενης ἐπὶ τὸ πρῶσω τὴν κίνησιν. Εἰ οὖν φυσικῶς ἀνάγκη τὴν διὰ σαρκὸς εὐεργεσίαν παρὰ τοῦ Υἱοῦ γεγενῆσθαι τοῖς ἀνθρώποις λέγουσιν, οὐδεμιαν πάντως χάριν γινώσκουσιν, ὅτι οὐκ εἰς δύναμιν ἐξουσιαστικὴν, ἀλλ’ εἰς φυσικὴν ἀνάγκην τὸ γεγονός ἀναφέρουσιν. Εἰ δὲ τῆς δωρεᾶς αἰσθανόμενοι τὴν εὐεργεσίαν ἀτιμάζουσι, δέδοικα μὴ πρὸς τὸνναντίον περιτραπῇ πάλιν αὐτοῖς ἡ ἀσέβεια, καὶ προτιμωτέραν ποιήσωνται τὴν ἐμπαθῆ τοῦ Υἱοῦ διάθεσιν τῆς πατρικῆς ἀπάθειας, ἐν τῷ καθ’ ἑαυτοὺς ἀγαθῷ, τὴν τοῦ καλοῦ κρίσιν ποιούμενοι. Εἰ γὰρ καὶ τὸν Υἱὸν καθὼς περὶ τοῦ Πατρὸς δογματίζουσιν, ἀπαράδεκτον εἶναι συνέβη τοῦ πάθους, ἀδιόρθωτος ἔμεινεν ἂν ἡ τῆς φύσεως ἡμῶν συμφορά, οὐκ ὄντος τοῦ διὰ τῆς οἰκείας πείρας εἰς ἀφθαρσίαν ἐξαιρουμένου τὸν ἄνθρωπον· καὶ οὕτω λανθάνει σοφιστῶν ἡ δεινότης, δι’ ὧν καθαιρεῖν ἐπαχρειεῖ τοῦ μονογενοῦς Θεοῦ τὸ μεγαλεῖον, εἰς μείζονάς τε καὶ προτιμωτέρας ὑπολήψεις αὐτὸν περιάγουσα. Ἐπειπερ ὁ δυνάμενος ἐπιβάσαι, τοῦ ἀδυνατοῦντος πρὸς τὸ ἀγαθὸν προτιμωτέρος.

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
