# Contra Eunomium 467.1.18-28

Gregorius Nyssenus, Contra Eunomium, 467.1.18 to 467.1.28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/467.1.18
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/467.1.18

Ἀλλ’ ὥσπερ ἀπλῇ ἐστὶν ἡ οὐσία, καὶ οὐχ ἀπλότης, οὕτως καὶ ἀγέννητός ἐστιν ἡ οὐσία καὶ οὐχ ἀγεννησία. Τὸν αὐτὸν τρόπον γεννητοῦ ὄντος καὶ τοῦ Υἱοῦ, πάσης ἀνάγκης ὁ λόγος κηχωρισται, ἐπειδὴ ἀπλῇ ἐστὶν αὐτοῦ ἡ οὐσία, γίνυσθαι αὐτοῦ τὴν οὐσίαν ὁρίζεσθαι· ἀλλὰ καὶ ἐνταῦθα ἰδίαν ἐμφασιν ἑκάτερα τῶν ὀνομάτων ἔχει. Ἡ τε γὰρ τοῦ γεννητοῦ προσωνυμία, τὸ ἐκ τινὸς σοι παρίστησι, καὶ τῷ ἀπλοῦν, τὸ ἀπηλλάχθαι συνθέσεως. Ἀλλ’ οὐ ταῦτα κάκεινοις δοκεῖ· βούλονται γὰρ ἐπειδὴ ἀπλῇ τοῦ Πατρὸς ἐστὶν ἡ οὐσία, μὴ ἄλλο τι ἢ ἀγεννησίαν αὐτὴν εἶναι νομιζέσθαι· διότι καὶ ἀγέννητος λέγεται. Πρὸς οὓς καὶ τοῦτο ἐστὶν εἰπεῖν, ὅτι ἐπειδὴ καὶ κτίστην τὸν Πατέρα καὶ δημιουργὸν ὀνομάζουσιν· ἀπλοῦς δὲ κατ’ οὐσίαν ἐστὶν ὁ ταῦτα ὀνομαζόμενος· ὥρα τοῖς σοφοῖς τούτοις κτίσιν καὶ δημιουργίαν τὴν οὐσίαν τοῦ Πατρὸς ἀποφαίνεσθαι, ἐπειδὴ πᾶσαν σημασίαν τοῦ περὶ αὐτὸν λεγομένου ὀνόματος, ὁ τῆς ἀπλότητος λόγος εἰς τὴν οὐσίαν ἀνάγει. Ἡ τοίνυν χωρισάτωσαν τοῦ ὁρισμοῦ τῆς θείας οὐσίας τὴν ἀγεννησίαν, ἐπὶ μόνης τῆς ἰδίας ἐμφάσεως μένουσαν, ἢ εἴπερ διὰ τὴν ἀπλότητα σοὶ ὑποκειμένου τῇ ἀγεννησίᾳ τὴν οὐσίαν ὁρίζουσι, διὰ τὴν αὐτὴν αἰτίαν καὶ τὴν κτίσιν καὶ τὴν δημιουργίαν τῇ τοῦ Πατρὸς οὐσίᾳ ἐνὸξευρίτωσαν, ὡς οὐχὶ κτισούσης καὶ δη-

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
