# Contra Eunomium 486.2

Gregorius Nyssenus, Contra Eunomium, 486.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/486.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/486.2

Μάχεται τοῖς εἰρημένοις ὁ σφοδρὸς κατὰ τῆς ἀλη- B θείας ἀγνωσίας, καὶ βούλεται τὸν τοιούδε τοῦ ῥήματος ἤχον, τὴν τῆς ἀγεννησίας λέγω φωνήν, ἐμφανῶς δεῖκνυσιν τοῦ Θεοῦ τὴν οὐσίαν. Κατῶι παντὶ πρόδηλον τῷ γε μετριῶς ἐπισχεμμένῳ τὰς τῶν ὀνομάτων χρήσεις, ὅτι ἡ ἀφθαρσία διὰ τοῦ ἀφαιρετικοῦ μορίου, τὸ μηδὲν τούτων προσεῖναι τῷ Θεῷ, μήτε φθορὰν, μήτε γέννησιν ἀποσημαίνει. Ἐπεὶ καὶ ἄλλα πολλὰ τῶν ὀνομάτων ὁμοιόψυχως λεγόμενα τὴν ἀφαίρεσιν τοῦ μὴ προσόντος, οὐ τὴν θείαν τοῦ δυντος ἐνδεικνύνται· τὸ ἀκαχον καὶ ἄλυπον καὶ ἀπόνηρον, καὶ ἀτάραχον καὶ ἀόρητον, ἀπαθὲς, ἀνεπίληπτον, καὶ ὅσα τοιαῦτα. Λέγεται μὲν καὶ ἀληθῶς ταῦτα, καὶ οἷον κατάλογός τις ἦν καὶ ἀπαρίθμησις τῶν πρὸς τὸ χεῖρον νοουμένων, ὧν ὁ θεὸν κεχώρισται. Οὐ μὴν τὶ περὶ οὗ λέγεται διὰ τῶν ὀνομάτων ὁ λόγος παρίστασιν. Τί μέν C γὰρ οὐχ ὅγίς, δι’ ὧν ἡκούσαμεν διδάξθαι; Τί δὲ ἐστιν, ἧν εἷν εἰρημένων οὐκ ἐνεδείξατο δύναμις. Ὡσπερ γὰρ εἰ τις περὶ τῆς τοῦ ἀνθρώπου φύσεως, εἰπεῖν τὶ θέλων, τὸ μήτε ξύλον λέγει, μήτε ἀναίσθητον, μήτε πτηνόν, μήτε τετράποδον, μὴ ἐνυδρον, τὸ μὲν ὅν οὐκ ἐνεδείξατο· τὸ δὲ μὴ δὲ διεσάφησε, καὶ οὔτε ψεύδεται ταῦτα περὶ τοῦ ἀνθρώπου διεξίων, οὔτε σαφῶς τὸ ὑποκείμενον δεῖκνυσιν. Κατὰ τὴν αὐτὸν λόγον πολλῶν τοιούτων περὶ τὴν θείαν φύσιν λεγομένων, ἐν οἷς χρὴ τὸν Θεὸν ὑπονοεῖν εἶναι μαγνάνομεν· αὐτὸ δὲ τὶ ποτε ἦν κατ’ οὐσίαν διὰ τῶν εἰρημένων οὐ διδασκόμεθα. Φεύγοντες δὲ παντὶ τρόπῳ τῶν ἀτόπων τινῶν νοημάτων ἐν ταῖς περὶ Θεοῦ δόξαις συννεχθῆναι, πολλάς καὶ ποικίλας ἐπωνυμίας κατ’ αὐτοῦ χρησάμεθα, κατὰ τὴν ἐπινοίαν διαφορὰν τὰς προσῳγίας ἀρμόζοντες. Ἐπεὶ γὰρ ἂν οὐδὲν ὄνομα περιληπτικὸν τῆς θείας ἐξευρίσκει φύσεως κατ’ αὐτοῦ τοῦ ὑποκειμένου προσφῶς τεταγμένον· διὰ τοῦτο πολλοῖς ὀνόμασιν ἑκάστου κατὰ διαφόρους ἐπιβολὰς ἰδιάζουσαν τινὰ περὶ αὐτοῦ τὴν ἔννοιαν ποιούμενοι, τὸ Θεῖον προσσαγορεύομεν, ἐκ τῆς πολυειδοῦς καὶ ποικίλης κατ’ αὐτοῦ σημασίας ὀνόματά τινα πρὸς τὴν κατανόησιν τοῦ ζητουμένου θηρεύοντες. Ἐρωτῶντες γὰρ ἡμᾶς αὐτοὺς καὶ διεξετάζοντες τὶ τὸ Θεῖν ἐστι, διαφόρως ἀποφαίνόμεθα, οἷον τὸ ὑπερχείμενον

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
