# Contra Eunomium 497.58

Gregorius Nyssenus, Contra Eunomium, 497.58. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/497.58
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/497.58

ἀκοὰς τοῦ Μονογενοῦς εἰσολιζέται; Ἔχει χρὴ καὶ τοῦτο πρὸς ἡμῖν ἀξιόλογον, τὸ μὴ μεμερισθαι τὸ AΘεῖον ταῖς ἀντιληπτικαῖς ἐνεργείαις, ὡς παρ’ ἡμῖν διηρημένος ἕκαστον τῶν αἰσθητηρίων τοῦ συγγενοῦς ἐπιόρᾳσεται, τοῦ ὁρατοῦ μὲν ἡ ὄρασις, τοῦ ἀκουστοῦ δὲ ἡ κατὰ τὴν ἀκοὴν αἴσθησις· καὶ οὔτε γεύεται ἡ ὄψις, οὔτε ἡ ἀκοὴ τῶν ἐντάσει τῇ τῶν χρωμῶν ἀντιλήψιν ἔχει, ἀλλὰ παραμένει ἕκαστον τῇ μὲν ἐνεργείᾳ, εἰς ἣν ἐτάχθη παρὰ τῆς φύσεως, ἀναλαβόντων τρόπον τινὰ πρὸς ὃ μὴ πέφυκεν διαμένον, καὶ ἀγευστον τῆς ἀπολαύσεως ἧς καρποῦνται τὰ γείτων αἰσθήσεις. Ἐκεῖ δὲ οὐχ οὕτως, ἀλλ’ ὅλον δι’ ὅλου τὸ Θεῖον ὄρασις ἐστι καὶ ἀκοὴ καὶ γνῶσις. Οὐ γὰρ δὴ θέμις καὶ τὰς ζωωδεστέρας τῶν αἰσθήσεων ἐφαρμόζειν τῇ ἀχράτῳ φύσει, πλὴν εἰ χρή τι καὶ ταπεινὸν ὑποθέσθαι, καὶ καταγαγεῖν εἰς γαμασίχλους ὑπολήψεις τὸ θεῖον· ὥστε λαλεῖν μὲν οἰσεῖν ῥήματα διὰ στόματος τὸν Πατέρα, ἐνεργεῖν δὲ τὴν ἀκοὴν τοῦ Υἱοῦ, τί τὸ μέσον ὑποτιθέμεθα τοῦ διάγον τὴν πατρικὴν φωνὴν εἰς τὴν σοῦ Υἱοῦ ἀκοήν; Κτιστὸν εἶναι χρή τοῦτο ἢ ἀκτιστον; ἀλλὰ κτιστὸν μὲν οὐκ ἔστιν εἰπεῖν, πρὸ γὰρ τοῦ συστήσεσθαι κτίσιν ὁ Λόγος ἐγένετο. Ἄκτιστον δὲ πλὴν τῆς θείας φύσεως, ἔστιν οὐδέν. Εἰ οὖν κτίσις οὐκ ἦν, ὁ δὲ μνημονευθεὶς ἐν τῇ κοσμογενείᾳ λόγος, τῆς κτίσεως πρεσβύτερος ἦν. Ἄρα ὁ λέγων ῥήματα καὶ φωνὴν ἔχον διὰ τοῦ λόγου σημαίνεσθαι, τί τὸ μεταξὺ τοῦ Υἱοῦ καὶ τοῦ Πατρὸς ὑποθήσεται, ψ διατυπούσῃ ἡ φωνὴ καὶ τὰ ῥήματα; Εἰ γὰρ ἔστι μέσον, ἐν ἰδιαζούσῃ φύσει πάντως ἔστιν, ὡς μήτε τῷ Πατρὶ ταῦτόν εἶναι, μήτε τῷ Υἱῷ κατὰ τὴν φύσιν συμβαίνειν. Ἄλλ’ ἕτερόν τι πάντως, ὅν διίστησιν ἀπ’ ἀλλήλων τὸν Πατέρα καὶ τὸν Υἱόν, μεταξὺ τῶν δύο παρενειργόμενον. Τί οὖν τοῦτο; Κτιστὸν οὐκ ἔστι· νεωτέρα γὰρ ἡ κτίσις τοῦ Λόγου, γεννητὸν τὸν Μονογενῆ ἐδιάξαμεν, ἀγέννητον πλὴν τοῦ Πατρὸς ἔστιν οὐδέν. Οὐκοῦν ἐξ ἀνάγκης τὸ μηδὲν εἶναι μέσον τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ νοεῖν ὁ τῆς ἀληθείας λόγος συναναγκάζει. Ὅπου δὲ διάστασις οὐκ ἐπνοεῖται, τὸ συνημμένον πάντως ὁμολογεῖται· τὸ δὲ διὰ πάντων συνημμένον, φωνὴ καὶ λόγῳ οὐ μεσιτεύεται· συνημμένον δὲ λέγω τὸ ἐν πᾶσιν ἀχώριστον· οὐ γὰρ σωματικὴν τινὰ συμφυίαν ἐπὶ τῆς νοερᾶς φύσεως τὸ ὄνομα τῆς συναφείας ἐνδείκνυται, ἀλλὰ τὴν τοῦ νοητοῦ πρὸς τὸ νοητὸν διὰ τῆς ταυτότητος τῶν θελημάτων, ἐνώσις τε καὶ ἀνάκρασιν. non enim corporalem aliquam compagem in intelligente natura nomen compagis indicat, sed intelli- gibilibus cum intelligibili, per identitatem voluntatum, unionemque et temperationem.

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
