# Contra Eunomium 499.1

Gregorius Nyssenus, Contra Eunomium, 499.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/499.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/499.1

κίνησιν, ἀμέσως τε καὶ ἀδιαστάτως συνδιαθεῖσθαι τῷ Πατρί. Ἠθέλησέ τι ὁ Πατήρ, καὶ ὁ ἐν τῷ Πατρὶ ὤν Υἱὸς εἰδε τὸ θέλημα τοῦ Πατρός : μᾶλλον δὲ αὐτὸς τῷ Πατρὶ γέγονε θέλημα. Ὁ γὰρ πάντα τὰ τοῦ Πατρὸς ἔχων ἐν ἑαυτῷ, οὐκ ἔστιν ὅ τι τῶν τοῦ Πατρὸς οὐκ ἔχει. Εἰ δὲ πάντα ἔχει ἐν ἑαυτῷ τὰ πατρικά : μᾶλλον δὲ καὶ αὐτὸν τὸν Πατέρα πάντως μετὰ τοῦ Πατρὸς καὶ τῶν τοῦ Πατρός, ὅλων τὸ θέλημα ἐν ἑαυτῷ ἔχει τὸ πατρικόν. Οὐ χρεῖται τοίνυν λόγῳ μαθεῖν τοῦ Πατρὸς τὸ θέλημα, αὐτὸς ὤν τοῦ Πατρὸς ὁ Λόγος κατὰ τὴν ὑψηλοτέραν σημασίαν τοῦ λόγου. Τίς οὖν ἐκεῖνος ὁ λόγος ὁ πρὸς τὸν ὄντως Λόγον γινόμενος; Καὶ πῶς ὁ ὄντως Λόγος λόγῳ πάλιν ἑτέρῳ πρὸς διδασκαλίαν προσδέεται; Ὦς ἐν τῷ Θεῷ ἐστι, καθὼς φησιν ὁ Ἀπόστολος, καὶ πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ. Εἰ οὖν ῥήματι φθέγγεται ὁ Θεός, πᾶς δὲ λόγος ἐπὶ ἀκοῆς ἐνεργεῖται, οἱ δημιουργεῖν τὸν Θεὸν διεξοδικοῖς λόγοις ἀποφαίνomenoi, γνωριζάτωσαν ἡμῖν καὶ τὸν θείων λόγων ἀκροατήριον. Πρὸς ἑαυτὸν λαλεῖν οὐκ ἐνδέεται, ὁ Υἱὸς ἀπροσδέης ἦν τῆς ἐκ ῥημάτων διδασκαλίας · Τὸ Πνεῦμα πάντα, φησίν, ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ · ἡ κτίσις οὐπω ἦν. Πρὸς τίνα ὁ λόγος ἔγινετο; Ἄλλ’ οὐ ψεύδεται, φασίν, ἡ τοῦ Μωϋσέως Γραφή, ὅτι ἡς τὸ εἰρηχέναι περὶ τὸν Θεὸν ἀκηκόαμεν. Οὐδὲ γὰρ ὁ μέγας Δαβὶδ τῶν ψευδομένων ἐστίν · λέγει δὲ σαφῶς οὕτως κατὰ λέξιν, ὅτι Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, καὶ ποίησιν χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ ἀναγγέλλει γνώσιν νυκτί. Καὶ εἰπὼν διηγεῖσθαι τοὺς οὐρανοὺς καὶ τὸ στερέωμα, καὶ παρὰ τῆς ἡμέρας καὶ τῆς νυκτὸς ἀπαγγέλλεσθαι γνώσιν καὶ ῥήματα, πάλιν ἐπάγει τοῖς εἰρημένοις ὅτι ταῦτα λαλιὰ οὐκ εἰσὶν οὐδὲ λόγοι, οὐδὲ φωναὶ τούτων ἀκούονται. Πῶς οὖν διηγήματα, καὶ ἀγγελίαι καὶ ῥήματα λαλιὰ οὐκ εἰσίν, οὐδὲ φωνὴ διὰ τῆς ἀκουστικῆς αἰσθήσεως ἐγγινομένη; Ἄρα μάγεται πρὸς ἑαυτὸν ὁ Προφήτης; Ἄρα τι τῶν οὐκ ἐνδεχομένων διεξείσιν, ἀρθογον ῥῆμα, καὶ διήγησιν ἄλιλον καὶ ἀγγελίαν δίχα φωνῆς διδάσκων; Ἡ πάντως μᾶλλον ἀληθὴς ἡ προφητεία ἢ τοῦτο διὰ τῶν εἰρημένων παιδεύουσα, ὅτι τὸ διήγημα τὸ οὐράνιον, καὶ τὸ ῥῆμα τὸ παρὰ τῆς ἡμέρας βοῶμενον, φωνὴ μὲν ἐναρθρος οὐκ ἔστιν, οὔτε λαλιὰ διὰ στόματος · διδασκαλία δὲ τῆς θείας δυνάμεως γίνεται τοῖς ἐπατεῖν ἐπιστάμενοις σωπώσης φωνῆς;

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
