# Contra Eunomium 501.2.9-14

Gregorius Nyssenus, Contra Eunomium, 501.2.9 to 501.2.14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/501.2.9
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/501.2.9

οὔτε κατ' ἰδίαν θεωρεῖται ὑπόστασις, ἀλλ' ὡς φησὶ πού ὁ διδάσκαλος, τῇ ὑφῷ τῆς γλώσσης συναφανίζεται· οὔτε ἔργον ἐστὶ τοῦτο νοῆσαι τοῦ λόγου, ἀλλ' ἐν μόνῃ φωνῇ καὶ γράμματι τὴν ὑπόστα-σιν ἔχει. Ὁ δὲ ἐκ τοῦ Θεοῦ Λόγος, Θεὸς ἐστι, Λόγος ἐν ἀρχῇ ὤν καὶ εἰσαῖ διαμάνων, δι' οὗ τὰ πάντα καὶ ἐστι καὶ συνέστηκεν, καὶ τοῦ παντὸς ἐπιστατεῖ, καὶ πᾶσαν ἔχει τὴν ἐξουσίαν τῶν ἐν οὐρανῷ καὶ τῶν ἐπὶ τῆς γῆς, ζωὴν, καὶ ἀλήθεια, καὶ δικαιοσύνην, καὶ φῶς, καὶ πᾶν ἀγαθὸν ὄν, καὶ τὰ πάντα ἐν τῷ εἶναι δια-χρατεῖ. Τοιούτου τοίνυν ὄντος καὶ τοσούτου τοῦ Λό-γου τοῦ περὶ τὸν Θεὸν νοουμένου, οὕτως τὸν ἐν ὀνό-μασι καὶ ῥήμασι καὶ συνδέμοις συναπαρτιζόμενον λόγον, ὡς τι μέγα χαρίζεται Θεῷ, ἀγνοῶν ὅτι ὡσπερ ὁ τὴν πρακτικὴν τῇ φύσει ἡμῶν χαρισάμενος δύναμιν, οὐ τὰ καθ' ἕκαστον ἡμῶν ἔργα δημιουργεῖν λέγεται, ἀλλ' ὁ μὲν ἔδωκε τῇ φύσει τὴν δύναμιν, ἐνεργεῖται δὲ παρ' ἡμῶν σιταρ', καὶ βάθρον, καὶ δομῆται, καὶ ἄροτρον, καὶ ὅποιπερ ἂν ὁ βίος τύχῃ δεόμενος· ὧν τὰ καθ' ἕκαστόν ἐστι μὲν ἔργα ἡμέτερα, εἰς δὲ τὸν ἡμῶν αὐτῶν αἴτιον τὴν ἀναφορὰν ἔχει, τὸν δεξιόχην πᾶσης ἐπιστήμης τὴν φύσιν ἡμῶν δημιουργήσαντα· οὕτως καὶ ἡ τοῦ λόγου δύναμις, ἔργον μὲν ἐστι τοῦ τοιαύτην ἡμῶν πεποιηκότος τὴν φύσιν, ἡ δὲ τῶν καθ'

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
