# Contra Eunomium 508.2

Gregorius Nyssenus, Contra Eunomium, 508.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/508.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/508.2

Τούτοις εἰκὸς ἐστι τοὺς ἐναντιουμένους ἡμῖν ἐπιστηρίζεσθαι. Συστήσομαι γὰρ ὑπὲρ αὐτῶν τῷ λόγῳ, καὶ τὰ παρ’ ἐκείνων ἀντιθεῖναι τῇ ἀπολουθῖα τῇ ἐξετάσει, ὡς ἂν ἰσχυρότερον ἡμῖν βεβαιωθῇ τὸ δόγμα, μηδεμιᾶς ἀντιθέσεως ἀνεξετάστου παραλειφθείσης. Ἐκάλεσε, φησίν, ὁ θεὸς τὸ στερέωμα οὐρανόν, καὶ τὴν ξηρὰν ἐκάλεσε γῆν· καὶ τὸ φῶς ἡμέραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα. Πῶς οὖν εὑροῦσι, τῆς Γραφῆς ὁμολογοῦσης παρὰ τοῦ θεοῦ τεθεῖσθαι τούτοις τὰς κλήσεις, ὑμεῖς ἀνθρωπίνης ἐπινοίας εἶναι φατε τὰ ὀνόματα; Τί οὖν πρὸς ταῦτα ἡμεῖς; Πάλιν ἐπὶ τὸν ἰδιώτην καταφεύγομεν λόγον, καὶ φαμεν ὅτι ὁ πᾶσαν τὴν κτίσιν ἐκ τοῦ μηδὸντος ἀγαγὼν εἰς οὐσίαν, πραγμάτων ἐστὶ δημιουργτὸς, ἐν ὑποστάσει θεωρουμένων, οὐχ ὀνομάτων ἀνυποστάτων, ἐν φωνῆς ἤχῳ καὶ φθόγγῳ γλῶττης συνισταμένων· ἀλλὰ πράγματα κατὰ τὴν ἐχθεμένην ἑκάστῳ φύσιν καὶ δύναμιν διὰ τινος σημαντικῆς φωνῆς ὀνομάζεται, κατὰ τὴν ἐπιχωριάζουσαν ἐν ἑκάστῳ ἔθνει συνήθειαν τῆς προσηγορίας τοῖς ὑποκειμένοις ἀρμοζομένης. Ἀλλ’ ἐπειδή τὰ πολλὰ τῶν ἐν τῇ κτίσει θεωρουμένων, οὐχ ἀπλῆν ἔχει τὴν φύσιν, ὡς ῥήματι δυνατὸς ἔχειν ἐμπεριληφθῆναι τὸ ὑποκείμενον, οἷον ἐπὶ τοῦ πυρὸς ἄλλο μὲν ἐστὶ τῇ φύσει τὸ ὑποκείμενον πρᾶγμα, ἕτερον δὲ τὸ σημαντικὸν τοῦ πράγματος ὄνομα· τὸ μὲν γὰρ ἐστὶν ἐκλαμπτικόν, καὶ καυστικόν, ζῆρον τε καὶ θερμαντικόν, καὶ ἀναλωτικὸν τῆς ὕλης ἢς ἐν περιδράζεται· τὸ δὲ ὄνομα φωνὴ τις βραχεῖα διὰ μιᾶς συλλαβῆς ἐκφωνουμένη· τούτου ἕνεκεν ὁ διαιτῶν λόγος τὰς ἐν τῷ πυρὶ θεωρουμένας δυνάμεις τε καὶ ποιότητας ἑκάστην ἰδίως κατονομάζει, καθὼς ὁράσασθαι εἴπομεν καὶ οὐχ ἄν τις ὄνομα μόνον ἐπιδεδηδήσαι τῷ πυρὶ εἴποι, ὅταν τις ἢ φανόν, ἢ ἀναλωτικόν, ἢ ἄλλο τι τῶν περὶ αὐτὸ θεωρουμένων κατονομάσῃ· τῶν γὰρ ἐν αὐτῷ φυσικῶς ἐχθειμένων δυνάμεων, σημαντικὰ εἰσιν αἱ τοιαῦται φωναί. Κατὰ

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
