# Contra Eunomium 516.1

Gregorius Nyssenus, Contra Eunomium, 516.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/516.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/516.1

Οὐκοῦν σκοπήσωμεν τὴν τῶν εἰρημένων διάνοιαν· Τὰ ἀσθενέστατα, φησί, ψιλῆς ἀξιοῦνται τῆς τῶν ὀνομάτων προσῃγορίας, οὐχ ὅπερ τὴν φύσιν ἄτερ κατονομάζεται. Καὶ τοῦτο ἔργον εἶναι λέγει θεοῦ, τὸ διαλεχθῆσαι τῇ τιμιωτέρας κλησεὶ τὴν χειρόνα φύσιν, καὶ τὸ ἔμπαιλιν τὰς ἀτιμωτέρας φωνὰς τοῖς κατὰ φύσιν προέχειν τὸν θεὸν ἐπραγματεύεσθαι λέγει, μὴ συμφωνεῖν τῇ κλήσει τῆς φύσεως. Ὡς δ’ ἂν μάλιστα καταφανὲς ἡμῖν τὸ λεγόμενον γένοιτο, ἐπ’ αὐτῶν δεῖχθήσεται τῶν πραγμάτων ἡ ἀτοπία. Εἴ τις τὸν διὰ πάσης ἀρετῆς εὐδόκιμον, ἀκάλαστον λέγοι· ἢ ἀναστρέφας, τὸν ἰσὴ κακία διαβεβλημένον, ἀγαθὸν εἴποι καὶ κόσμιον· ἄρα σωφρονεῖν ὁ τοιοῦτος, ἢ τινὰ τῆς ἀληθείας ἔχειν φροντίδα πρὸς τοὺς νοῦν ἔχοντας νομισθήσεται, ἐνηλλαγμένας πορὰ τοὺς νοῦν τὰς προσῃγορίας ποιούμενος, μὴ συμμαρτυροῦσας τῇ σημασίᾳ τῶν ὀνομάτων τῆς φύσεως; Ἐγὼ μὲν οὐκ οἶμαι. Ταῦτα τοίνυν περὶ τοῦ θεοῦ γίνεσθαι φησιν οὗτος, ἃ τοῖς ταῖς κοιναῖς ἐννοίαις, οὐδὲ ταῖς γραφικαῖς μαρτυρίαις συμβαίνει. Ἐν μὲν γὰρ τῇ κατὰ τὸν βίον ἡμῶν συνθέσει, μᾶλλον τῶν ἐκ μέθης ἢ φρενιτῖδος παραμαντευόντων ἐστί, τὸ διαπλανᾶσθαι πρὸς τὰ ὀνόματα, καὶ μὴ κατὰ τὸ σημαίνον τὰς ἐπὶ τῶν πραγμάτων κεχρῆσθαι φωνάς, ἀλλὰ κύνα μὲν λέγειν, ἂν οὕτως ἔχῃ, τὸν ἄνθρωπον· κυνὶ δὲ πάλιν ἐφαρμόζειν ἀνθρώπου προσῃγορίαν. Ἡ δὲ θεία Γραφὴ τοσοῦτον ἀπέχει τοῦ τῇ συγχύσει ταύτῃ συντιθέσθαι, ὥστε καὶ φανερὸν ἐστὶ τὰς προσῃγορίας ἐπὶ τοῦτο σχημαλίζουσας ἀκούειν. Οὗδ’ ὁ λέγων, φησί, τὸ φῶς σκότος, καὶ τὸ σκότος φῶς, ὁ τιθεὶς τὸ πικρὸν γλυκὺ καὶ τὸ γλυκὺ πικρόν. Πρὸς τὶ τοίνυν βλέπων τὴν ἀτοπίαν ταύτην προσμαρτυρεῖν οἴεται δεῖν τῷ ἰδίῳ θεῷ; Ἐλπίζωσαν ὁ μυσταγωγὴν θέντες παρ’ αὐτῷ τὰ ἀπόρρητα, τί τῶν περὶ γῆν ἀσθενέστατον κριθέντων, ἢ ταῖς τιμιωτάταις τῶν ἐπωνυμιῶν παρὰ τοῦ θεοῦ σέμνυνεται. Ἀσθενέστατα τῶν δυνάμεων τὰ τοιαῦτα τῶν ζῴων ἐστιν, οἷς ἡ γένεσις ἀπὸ σήψεως ὑγρῶν τὴν οὐσίαν ἔχει. Τιμιωτάτα δὲ τῶν δυνάμεων ἀρετὴ τε καὶ ἀγιότης, καὶ εἴ τι φίλον τῷ θεῷ. Ἄρ’ οὖν μυῖαι, καὶ κνῖπες, καὶ βάτραχοι, καὶ οἱ ἐκ κόπρου ἡ γένεσις, ταῦτα τῷ τοῦ ἀγίου, καὶ τῆς ἀρετῆς ἐπωνυμίᾳ τετίμηται, ὥστε σεμνύνεσθαι μὲν τοῖς τιμίοις τῶν ὀνομάτων, μὴ συμμετέχειν δὲ τῆς τῶν ἀξιωμάτων ἰσομορίας, καθὼς φησιν ὁ Εὐνόμιος. Ἄλλ’ οὕτω τὸ τοιοῦτον ἠκούσαμεν, ὅτι τὰ ἀσθενῆ ταῦτα ταῖς μεγαλοφρονεστάταις τῶν προσῃγοριῶν κατωνομάσται, ἵνα τὸ μέγα τῇ φύσει καὶ τιμιόν, τῇ ἑνὸς τούτων καθυβρίσθαι προσῃγορία. Δίκαιος ἦν ὁ Νῶε, φησιν ἡ Γραφή, πιστὸς Ἀβραάμ, καὶ πραὺς Μωϋσῆς, καὶ σοφὸς Δανιήλ, καὶ σώφρων ὁ Ἰωσήφ, καὶ ἀμεμπτος Ἰώβ, καὶ μακροθυμίαν κατωρθώκως ὁ Δαβὶδ. Ἐλπίζωσαν τοίνυν, εἰ πρὸς τῶν ἑκάστου ἐκ τῶν ἐναντίων τὰς ἐπωνυμίας ἔσχεν, ἢ καὶ ἐπὶ τῶν πρὸς τὸ χειρόν μαρτυρουμένων, οἷον Νάβαλ ὁ Καρμηλῖος, καὶ Φαραὼ ὁ Αἰγύπτιος, καὶ Ἀβιμέλεχ ὁ Ἀλλοφύλιος, καὶ πάντες οἱ ἐπὶ κακίᾳ μνημονευόμενοι, εἰ ταῖς δεξιωτέραις τῶν ἐπωνυμιῶν

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
