# Contra Eunomium 519.1

Gregorius Nyssenus, Contra Eunomium, 519.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/519.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/519.1

A τος Θεοῦ, σχέσεως τε καὶ ἐνεργείας, καὶ ἀναλογίας, καὶ νόμους προσφυεῖς ἐκάστῳ τῶν ὀνομαζομένων τὰς προσρήσεις συναρμόζοντος. Ταῦτα δὲ ἡ καθόλου νοῦν οὐχ ἔχει, ἢ ὑπεναντίως τοῖς προτεθεῖσιν ἔχει. Εἰ γὰρ προσφυεῖς ἀρμόζειν τοῖς ὑποκειμένοις μαρτυρεῖ νῦν τῷ Θεῷ τὰ ὀνόματα, πῶς ἐν τοῖς ἀνωτέρω κατασκευάζει τὸν Θεὸν τοῖς ἀτίμοις τὰ ὑψηλότερα τῶν ὀνομάτων χαρίζεσθαι, μὴ συμμεταδιδόντα τῆς ἐμφαινομένης τῇ σημασίᾳ τῶν ὀνομάτων δόξας, καὶ πάλιν τὰ μεγάλα κατὰ τὴν φύσιν καθυβρίζειν ταῖς ἀτίμοις φωναῖς, τῇ ταπεινότητι τῶν ῥημάτων οὐ συμμετατιθεμένης τῆς φύσεως. Ἄλλ’ ἀδικοῦμεν τάχα τὴν ἀδιανόητον αὐτοῦ ταύτην τῶν ῥημάτων συνθήκην, ταῖς τοιαύταις κατηγορίαις ὑπάρχοντες. Ταῦτα γὰρ καθόλου πάσης ἐστὶ διανοίας ἀλλότρια, ὡς μόνον τῆς ὀρθῆς λέγω τῆς εἰς εὐσέβειαν, ἀλλ’ οὐδὲ ὁποιοῦν μετρίου τινος λογισμοῦ τινὸς ἐξετάζειν ἀκριβῶς ἐπισταμένου εὑρίσκεται. Ἐπεὶ οὖν καθ’ ὁμοιότητα τῶν θαλασσίων πνευμόνων ὄγκον μὲν τινὰ τὸ φαινόμενον ἔχειν δοκεῖ, ὁ δὲ ὄγκος φλέγμα ἐστὶ, βδελυκτὸν μὲν ἰδεῖν, βδελυκτότερον δὲ εἰς χεῖρας λαβεῖν. Διὰ τοῦτο πρεπωδεστάτην πρὸς τὰ μάταια τὴν σωφρονα χρώμεν παραδρομῇ καὶ τῇ εἰρημένῃ σιγῇ. Τίνι γὰρ διοικεῖται νόμῳ ἐνέργειά τε καὶ ἀναλογία, καὶ σχέσις; Καὶ τίς ὁ νομοθετῶν τῷ Θεῷ τοὺς τῆς ἀναλογίας καὶ σχέσεως νόμους καὶ τρόπους; Κρεῖττον ἂν εἴη μένεν ἀνεξέταστον ἢ διὰ τῆς περὶ ταῦτα σπουδῆς, ναυτίαν τε ποιεῖν τοῖς ἀκούουσι, καὶ ἀπάγειν τὸν σπουδαιότερον τῶν λόγων. Ἄλλὰ δέδοικα μὴ πάντα ἡμῖν ἐπιβῆ τὰ ἐκ τῆς λογογραφίας τοῦ Εὐνομίου προκειμένα, φλέγματά τινα ἢ καὶ θαλασσίους πνεύμονας. Ὥστε καθ’ ἀνάγκην ἡμῖν τῶν λόγων τοῖς εἰρημένοις ἐναπολῆξαι, μηδεμιαν ἐκ τῶν γεγραμμένων ὑλὴν εἰς ἔργασίαν εὑρίσκοντα. Ὡς γὰρ τις καπνὸς ἢ ὀμίχλη βαδύνει μὲν καὶ ἀναθολεῖ τὸν ἀέρα · ἐν ᾧπερ ἂν τὴν σύστασιν λάβῃ, καὶ πρὸς τὴν κατὰ φύσιν ἐνέργειαν κωλύει τὴν ὄρασιν, οὐ μὴν οὕτω καταπυκνοῦται πρὸς ἑαυτήν, ὡς καὶ δράξασθαι βουλομένου, καὶ περιχεῖν ταῖς παλάμαις, καὶ ἀντιτοπῆσαι τῷ πλήττοντι. Τοιοῦτόν τι καὶ περὶ τῆς σερμνῆς ταύτης λογογραφίας εἰπῶν τις, οὐχ ἂν τῆς ἀληθοῦς εἰκασίας ἀμάρτοι. Πολλὸς δ’ ὕβδος ἐν ἀγνώσει καὶ φλεγμαινοῦντι λόγῳ πεπτονμένος, καὶ τῷ μὴ λανθάνοντι διαραχθῆναι τὴν ψυχήν, ὥσπερ ἀχλὺς τῷ πόρρωθεν βλέποντι, σύστασιν ἔχειν τινὰ καὶ φαντασίαν δοκεῖ. Εἰ δὲ τις καθ’ αὐτὸν γένοιτο, καὶ τῇ ἐξεταστικῇ διανοίᾳ τῶν εἰρημένων ἐφάπτοιτο, καπνοῦ δίκην διαρρεῖ τῆς λαβῆς τὰ νοήματα, καὶ εἰς τὸ μὴ δὲν διασκόπεται, καὶ οὐ δέχεται διὰ τινὸς στερεότητος καὶ ἀντιτυπίας τὸν πλήττοντα λόγον. Τί οὖν χρή πράττειν, ἀπορον. Ὑποχωροῦντων γὰρ πρὸς κέντραν παρὰ τοῖς φιλαίτιοις ἡ αἵρεσις, εἴτε καθάπερ τινὰ φάραγγα διαπηδήσαντες τὴν κενοφωνίαν, ἐπὶ τὰ πραῖν καὶ ἐπίδρομα τῶν λόγων εὐθύμως, τοῖς δοκοῦσὶ τινα κατὰ τῆς ἀληθείας ἰσχὺν ἔχειν, συσταθέντες διὰ τῆς ἀντιρήσεως, εἴτε καὶ πᾶσιν συμπαρετείνωμεν τῇ γλαυρίδι τὴν πρὸς τὰ μάταια μάχην · οὕτω μὲν γὰρ ἐπαχθὴς

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
