# Contra Eunomium 522.1

Gregorius Nyssenus, Contra Eunomium, 522.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/522.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/522.1

δὲ, φησί, καὶ ὁ Κύριος· ἔστι μὲν καθ' ἑαυτὸν ὁ τί ποτε A κατὰ τὴν φύσιν ἐστὶ· ταῖς δὲ τῶν ἐνεργειῶν διαφοραῖς συνονομαζόμενος, οὐ μίαν ἐπὶ πάντων ἔχει προστγορίαν· ἀλλὰ καθ' ἑκάστην ἔννοιαν τὴν ἐξ ἐνεργείας ἐγγινομένην ἡμῖν μεταλαμβάνει τὸ ὄνομα. Τί οὖν ὁ λόγος ἡμῶν διὰ τῶν εἰρημένων ἐλέγχεται; Ὁ εἰπὼν πολλὰς εἶναι πολλὰς ἑαυτῷ προστγορίας κατὰ τὰς τῶν ἐνεργειῶν διαφορὰς, καὶ τὴν πρὸς τὰ ἐνεργούμενα σχέσιν, ἐνὶ κατὰ τὸ ὑποκείμενον ὅντι τῷ Υἱῷ τοῦ Θεοῦ· ὡς καὶ ὁ σῖτος, εἰς ἓν ἐκ τῶν ποικίλων περὶ αὐτοῦ νοημάτων, διαφόροις ἐπωνυμίαις ἐπιμερίζεται. Πῶς, οὖν ἀναστρέπει· τὰ εἰρημένα, ὁ λέγων περὶ ἑαυτοῦ ταῦτα τὸν Χριστὸν τὰ ὀνόματα λέγειν; Οὐ γὰρ ὅστις ὁ κατονομάσας, τὸ ζητούμενον ἦν, ἀλλὰ περὶ τῆς τῶν ὀνομάτων ἔννοιος ἡ θεωρία προέκειτο· πότερον φύσιν ἐνδείκνυται, ἢ ἐπισημειτικῶς ἐκ τῶν ἐνεργειῶν ὀνομάζεται. Ἄλλ' ὁ δριμὺς οὗτος καὶ ἀμφιλαφὴς τὴν διάνοιαν, ἀναστρέψων τὸν ἀποδοθέντα περὶ τῆς ἐπινοίας λόγον, τὸν εἰπόντα, δυνατὸν εἶναι ἐνὶ τῷ ὑποκειμένῳ πολλὰς ἐξευρεῖν προστγορίας, κατὰ τὰς τῶν ἐνεργειῶν σημασίας, ἰχυρῶς χέρηται καθ' ἡμῶν τῇ μάχη, λέγων μὴ παρ' ἑτέρου τινὸς τεθεῖσθαι τῷ Κυρίῳ τὰς τοιαύτας φωντὰς. Τί οὖν ταῦτα πρὸς τὴν προκειμένην σπουδήν; Μὴ ἐπειδὴ παρὰ τοῦ Κυρίου τὰ ὀνόματα λέγεται, οὐδὲ ὀνόματα δώσει ταῦτα εἶναι, οὔτε προστγορίας, οὐδὲ φωνὰς νοημάτων σημαντικάς; Εἰ μὲν γὰρ οὐ δέχεται τὸ εἶναι ταῦτα ὀνόματα, τῇ τῶν προστγοριῶν ἀναίρεσις καὶ ἡ ἐπινοία συνανήρηται. Εἰ δὲ οὐκ ἀντιλέγει τὸ τὰς φωνὰς ταύτας ὀνόματα εἶναι, τί βλάπτει C τὸν κατ' ἐπινοίας λόγον, διὰ τοῦ δεῖξαι μὴ παρ' ἑτέρου τινὸς, ἀλλὰ παρ' αὐτοῦ τοῦ Κυρίου τὰς τοιαύτας τεθεῖσθαι κλήσεις; Τὸ γὰρ λεγόμενον ἦν, ὅτι παραπλησίως τῷ κατὰ τὸν σῖτον ὑποδείγματι, ἐν κατὰ τὸ ὑποκείμενον ὁ Κύριος ὢν, ποσφόρα τὰς ἐνεργοτείας ἔχει καὶ τὰ ὀνόματα. Τοῦ δὲ σίτου κατὰ τὴν τῶν περὶ αὐτὸν θεωρουμένων ἐπινοιαν τὰς ὀνομασίας ἔχειν ὁμολογουμένου, συγκατεσκευάζεται καὶ τὴ φύσεως εἶναι ταύτας ἐπὶ τοῦ Κυρίου σημαντικάς τὰς φωνὰς, ἀλλὰ τῷ λόγῳ τῆς ἐπινοίας ἐν τοῖς περὶ αὐτὸν νοουμένοις συνίστασθαι. Ὁ δὲ ἀντιλέγων ὑπὸ πολλῆς προσοχῆς, οὐ πρὸς τὰ τεθέντα ποιεῖται τὴν μάχην. Ἄλλὰ φασιν αὐτὸν ὑφ' ἑαυτοῦ ταῦτα κατονομάζεσθαι, ὁμοίον ὡσπερ ἂν εἴ τις τοῦ κατὰ τὸν Ἰσαὰκ ὀνόματος τὴν ἐρμηνείαν ζητῶν, πότερον γέλως, ὡς φασί τινες, ἐρμηνεύεται, ἢ ἄλλο τι σημαίνει τὸ ὄνομα, ὁ δὲ τις τῶν κατὰ Εὐνόμιον ἐπιστακτικῶς ἀποκρινοῖτο παρὰ τῆς μητρὸς τεθεῖσθαι τῷ παιδὶ τὴν κλῆσιν· ἀλλ' οὐ τοῦτο, φασί τις ἂν, τὸ ζητούμενον ἦν, παρὰ τίνος ἡ ἐπωνυμία πεπρίσται, ἀλλὰ τί σημαίνει μεταληφθεῖσα πρὸς τὴν ἡμετέραν γλῶσσαν ἢ σοῦ διήτῃς ἔννοια. Καὶ ἐνταῦθα τοίνυν τῆς ζητήσεως οὖσης, εἰ τὰ ποικίλως ἐπιλεγόμενα τῷ Κυρίῳ κατ' ἐπινοιαν λέγεται, καὶ οὐχὶ τῆς φύσεως τὴν ἐνδεῖξιν ἔχει· ὁ τοιαύτην ἐπάγων τὴν ἀπόδειξιν, τοῦ μὴ ἐπινοία θεωρεῖσθαι τὰς προστγορίας, τῷ παρ' αὐτοῦ τοῦ Κυρίου λέγεσθαι ταύτας, πῶς μετὰ τῶν

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
