# Contra Eunomium 526.2-527.27

Gregorius Nyssenus, Contra Eunomium, 526.2 to 527.27. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/526.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/526.2

(a) Deest aliquid quod supple ex Boico, ὅτι τοίνυν ἄλλο τι τῆς ἀγέννησίας ἐπὶ τὸ ὄνομα, καὶ ἄλλος τῆς θείας οὐσίας, ὁ λόγος ἐξ αὐτῶν τῶν παρ’ αὐτοῦ λεγομένων ἐστιν ὁ ἔλεγχος. Κατὰ αὐτὴν ὁφσι τὴν οὐ- αναίρει καὶ τὴν θεότητα. Ὡς γὰρ τὸν μὴ λογικὸν οὐδὲ γελαστικὸν εἶποι τις ἄν, οὐδὲ ἄνθρωπον· οὕτως καὶ ἐπὶ τούτων τῶν τριῶν ὀνομάτων, τοῦ τε ἀγεννήτου, φημί, καὶ τοῦ ἀφθάρτου καὶ τῆς οὐσίας, εἰ διὰ τούτων ἡ θεότης χαρακτηρίζεται, ὅταν ἐν τῷ τῶν τριῶν μὴ ὑπάρχῃ, διαφθαρὰ πάντως τὸ λειπόμενον καὶ τῆς θεότητος λόγος. Οὐκοῦν ἀποκρινάσθω, τίνα περὶ τοῦ μονογενοῦς Θεοῦ ἔχει τὴν δόξαν, γεννητὸν αὐτὸν ἢ ἀγέννητον οἴεται; Γεννητὸν ἔρει πάντως, εἴπερ τοῖς ἰδίοις μὴ μάχοιτο. Εἰ οὖν ταὐτὸν ἐστὶ τῷ ἀγεννῆτῳ ἡ οὐσία τε καὶ τὸ ἀφθαρτον, δι' ὧν ἡ θεότης γνωρίζεται, ψ μὴ πρόσκειται τὸ ἀγέννητον, συναφῆρηται τοῦτου πάντως ἡ οὐσία τε καὶ τὸ ἀφθαρτον, ὧν μὴ παρόντων, καὶ ἡ θεότης κατὰ πᾶσαν ἀνάγκην ἐξαιρεθήσεται. Οὕκοῦν εἰς διπλοῦν πέρας τῆς κατὰ τὸ βλάσφημον αὐτῶν ἀκολουθίας ὁ λόγος κατέπτησεν. Εἰ γὰρ κατὰ τοῦ αὐτοῦ σημαινομένου λέγεται ἐπὶ τοῦ Θεοῦ ἡ οὐσία τε καὶ ἡ ἀφθαρσία, καὶ τὸ ἀγέννητον, σαφῶς ἀποδείκνυται ὁ καινὸς οὗτος θεοποιὸς τὸν παρ' αὐτοῦ κτισθῆναι Υἱόν, φθαρτὸν τε γινώσκων, διὰ τὸ μὴ γινώσκειν ἀγέννητον· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ παντελῶς ἀνυπόστατον, διὰ τὸ μὴ δύνασθαι αὐτὸν ἐν θεότητι βλέπειν, φ' οὗς ἐνδεικνύεται τὸ ἀγέννητον, εἴπερ ταὐτὸν τὸ ἀγέννητον τε καὶ ἀφθαρτον τῇ οὐσίᾳ οἴεται. Ἐπεὶ δὲ προδήλως ἐν τούτοις ἐστὶν ἡ ἀπωλεία, συμβουλευσάτω τις τοῖς δειλοῖς ἐπὶ τὸ λειπόμενον τραπῆναι τῷ λόγῳ, καὶ μὴ ζυγομαχεῖν ἐκ τοῦ προδήλου πρὸς τὴν ἀλήθειαν· ἀλλὰ συντεῖσθαι ἴδιον ἑκάστου τούτων εἶναι τῶν ὀνομάτων τὸ σημαινόμενον, ὅπερ μᾶλλον

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
