# Contra Eunomium 527.58.1-9

Gregorius Nyssenus, Contra Eunomium, 527.58.1 to 527.58.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/527.58.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/527.58.1

μετὰ τινος ἀρχινοίας κατὰ τῆς ἀληθείας τεχνάζεσθαι· Τὸ γὰρ φάσκειν αὐτὸν πρεσβυεστάτην αἰῶνα ἔπει τοῦ Θεοῦ τοῦ γεννῆσαι τὸν Υἱὸν εἶναι τὴν ἀδέσποτον ἔχουσαν, καὶ τὴν ἀνυπερέλκτον δύναμιν, ὅπερ οὐ περὶ τοῦ κόσμου μόνον καὶ τῶν ἐν αὐτῷ στοιχείων, ἀλλὰ καὶ περὶ τῶν ἑρπετῶν καὶ θηρίων ἐστιν εἰπεῖν· καὶ τοῦτο ὡς πρῶτον ἐπὶ τῆς τοῦ μονογενοῦς Θεοῦ ὑπολήψεως τὸν σερμὸν θεολόγον ἐκτίθεσθαι· ἢ τὸ λέγειν καὶ πρὸ τῆς τῶν ὀνομάτων γεννήσεως Ἄγεννητον, ἢ Πατέρα, ἢ τὰ λοιπὰ τῶν ὀνομάτων προσαγορευσάμενα τὸν Θεόν· καθάπερ δεδιδότα, μὴ τοῦ ὀνόματος παρὰ τοῖς μήπω γεγονόσι σιωπηθέντος, ἑαυτὸν ἀγνοήσειεν, ἢ εἰς λῆθην ἑαυτοῦ πέσοι, τῇ σιωπῇ τοῦ ὀνόματος ὃ ἐστιν ἀγνοήσεως. Ἡ δὲ χλευαστικὴ τῶν ἡμετέρων λόγων καταδρομή, ὅσον τὸ δριμὺ τε καὶ ἀχρύγουν ἔχει, δι’ ὧν κατασκευάζει τὸ ἄτοπον, ὅτι ὁ πρὸ πάντων αἰώνων καὶ χρόνων καὶ πάσης αἰσθήσεως τε καὶ νοητῆς φύσεως γεγονὼς Πατὴρ, πῶς περιμένει τοὺς ἀνθρώπους, ἵνα διὰ τῆς τούτων ὀνομασιᾶς ἐπινοίας, οὐχ ὀνομαζόμενος, ὡς φησιν ἑκεῖνος, οὔτε ὑπὸ τοῦ Υἱοῦ, οὔτε ὑπὸ τῶν δι’ ἑκεῖνον γενομένων νοητῶν οὐσιῶν; Οὐδὲνὰ γὰρ οὕτως οἶμαι κορύζης εἶναι βαθείας μεσόν, ὡς ἀγνοεῖν ὅτι ὁ μονογενὴς Θεός, ὃ ἐν Πατρὶ ὤν, καὶ ἐν αὐτῷ τὸν Πατέρα βλέπων, ὀνόματος ἢ ῥήματος πρὸς τὴν τοῦ ὑποκειμένου γνώσιν οὐχ ἐπιδέεται, οὔτε τὸ Πνεῦμα τὸ ἅγιον, τὸ τὰ τοῦ Θεοῦ βάθη διερευνημένον, διὰ τῆς ὀνομαστικῆς προσηγορίας πρὸς τὴν τοῦ ζητουμένου γνώσιν ἐνάγεται. Οὔτε ἡ ἀσώματος τῶν ὑπερχοσμίων δυνάμεων φύσις, φωνὴ καὶ γλῶττῃ κατονομάζει τὸ Θεὸν ἐπὶ μερῆ τῆς ἄλλου καὶ νοερᾶς φύσεως, ἢ κατὰ τὸν μεν ἐνέργεια λόγος ἐστιν, οὐδὲν τῇ ὀλικῇ τῶν ὁργάνων ὑπηρεσίᾳ συγχρώμενος. Καὶ γὰρ ἐπὶ τῆς ἀνθρωπίνης φύσεως, οὐδὲν ἂν ἐδέξεσθην ἡμῖν τῆς τῶν ῥημάτων τε καὶ ὀνομάτων χρήσεως, εἰ δυνατὸν ἦν γυμνὰ προδεικνύειν ἀλλήλοις τὰ τῆς διανοίας κινήματα.

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
