# Contra Eunomium 533.2

Gregorius Nyssenus, Contra Eunomium, 533.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/533.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/533.2

Ἄλλ' οὐ βούλεται τοῖς ἡμετέροις ὁ εὐλαβὴς οὗτος τὸν Θεὸν κεχρήσθαι, διὰ τὴν πρὸς κακίαν ἡμῶν ῥοπὴν, ἀγνοῶν ὁ φιλάτατος ὅτι δι' ἡμᾶς οὐδὲ κατάρα καὶ ἁμαρτία ἀπέχεται γενέσθαι· τοσοῦτον αὐτῇ περιέσει τῆς φιλανθρωπίας, ὡς οὐχὶ τῶν ἀγαθῶν μόνον, ἀλλὰ καὶ τῶν κακῶν τῶν ἡμετέρων ἐκκινεῖν εἰς πείραν ἐλθεῖν. Ὁ δὲ τῶν κακῶν τὴν κοινωνίαν δεξάμενος, πῶς ἂν τοῦ καλλίστου τῶν ἡμετέρων (φημὶ δὲ τοῦ λόγου) τὴν μετουσίαν ὀκνήσῃ; Ἄλλὰ τὸν Δαβὶδ εἰς συνηγορίαν προβάλλεται, καὶ φησιν ἐκεῖνον λέγειν, παρὰ τοῦ Θεοῦ τοῖς πράγμασι τὰ ὀνόματα τεθεῖσθαι, διὰ τὸ γεγράφθαι τοῦτον τὸν τρόπον· Ὁ ἀριθμῶν πλῆθος ἀστέρων, καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν. Ἐγὼ δὲ πρόδηλον μὲν ἡγοῦμαι παντὶ τῷ νοῦν ἔχοντι τὸν περὶ τούτων λόγον, ὡς οὐδεμιάν ἔχει κοινωνίαν πρὸς τὸ προκείμενον. Ἐπειδὴ δὲ τινας εἰκὸς ἀνεπισκέπτως τῷ λόγῳ προστιθέσθαι, βραχέα περὶ τούτων διαληψόμεθα. Οὐκ ὀλιγάκις ἢ θεῖα Γραφὴ τοιαύτας τῷ Θεῷ περιτιθέναι φωνάς, ὡς μηδὲν ἀπάζειν αὐτὰς τῶν ἡμετέρων δοκεῖν· οἷον τὸ, Ὁργίσθη θυμῷ Κύριος· καὶ, Μετενόησεν ἐπὶ τῇ κακίᾳ αὐτῶν· καὶ, Μετεμελήθη χρίσαι τὸν Σαοὺλ εἰς βασιλέα· καὶ, Ἐξηγέρθη ὡς ὁ ὑπνῶν Κύριος. Καὶ ἐπὶ πρὸς τούτοις, καθέδραν καὶ στάσιν, καὶ κίνησιν, καὶ πολλὰ τοιαῦτα διέδειν· ἢ φύσις μὲν περὶ τὸν Θεὸν οὐκ ἐστίν, πρὸς δὲ τὴν οἰκονομίαν τῶν παιδευομένων οὐκ ἀχρήστως ἔχει. Τοὺς τε γὰρ

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
