# Contra Eunomium 536.1

Gregorius Nyssenus, Contra Eunomium, 536.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/536.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/536.1

τὸ μέχρι τῶν λεπτομερεστέρων διήκων αὐτοῦ τὴν ἀκριβείαν, καὶ οὕτως ἀκριβῶς ἐπιγινώσκει τὰ καθ' ἕκαστον, ὡς ὁ ἄνθρωπος τὸν δι' ὀνόματος αὐτῷ γνωριζόμενον. Εἰ δὲ τις λέγοι ἄλλας εἶναι τὰς παρὰ τοῦ Θεοῦ τοῖς ἄστροις ἐπικειμένας φωνάς, ἃς ἄγνοεῖν οὐκ ἂν τὴν ἀνθρωπίνην φύσιν, περὶ ὧν ὑπολαμβάνει τὸν Δαβὶδ εἰρῆkenai, πρὸς μὲν τῆς ἀληθείας ὁ τοιούτος ἀποκινδυνεύει. Εἰ γὰρ ἦν ἕτερα ἐπὶ τῶν ἄστρων ὀνόματα, οὐκ ἂν ἡ θεία Γραφὴ τούτων ἐποιεῖτο μνήμην τῶν ὀνομάτων, & ἐν τῇ καταχρήσει τῆς Ἑλληνικῆς συνήθειας ἐστίν, Ἡσαίου μὲν λέγοντος, Ὁ ποιῶν Πλειάδας, καὶ Ἑσπερον, καὶ Ἀρκτοῦρον, καὶ ταμεία Νότου· τοῦ δὲ Ἰὼβ τὸν Ὄριωνα, καὶ τὴν Ἀσπρωθ ὀνομάζοντος. ὡς ἐκ τούτου δῆλον εἶναι, ὅτι τοῖς ἐν τῷ βίῳ τετριμμένοις ὀνόμασι πρὸς διδασκαλίαν ἡμῶν συγχρήσθαι ἡ θεία Γραφή· οὕτω καὶ Ἀμάλθειαος κέρας ἐν τῷ Ἰὼβ ἀκηκόαμεν, καὶ παρὰ τῷ Ἡσαΐα Σειρήνας· τοῦ μὲν τὸ κάμαρον τῶν ἀγαθῶν ἐκ τῆς Ἑλληνικῆς ὑπονοίας οὕτω κατῳνομάζοντος· Ἡσαίου δὲ τὴν ἐξ ἀκοῆς ἡδονὴν τῷ τῶν Σειρήνων παραδηλοῦντος ὀνόματι. Ὦστε οὐδ' ἐνταῦθα τοῖς ἐκ τῶν μυθικῶν διηγημάτων ὀνόμασι ὁ θεόπνευστος συνεχρήσατο λόγος, πρὸς τὸ τῶν ἀκούοντῶν χρήσιμον βλέπων· οὕτω καὶ εἰ τὰς ἐκ τῆς ἀνθρωπίνης ἐπινοίας τοῖς ἄστροις ἐπικειθείσας φωνὰς εἴπεν ἀνεπαισγυντως ὁ λόγος, διδάσκων ὅτι πᾶν πρᾶγμα παρὰ τοῖς ἀνθρώποις ὀνομαζόμενον, ἐκ Θεοῦ τὴν ὑπαρξιν ἔχει, τὸ πρᾶγμα οὐχὶ τὸ ὄνομα. Οὐ γὰρ ὁ ὀνομάζων, ἀλλ' Ὁ ποιῶν, φησὶ Πλειάδα, καὶ Ἑσπερον, καὶ Ἀρκτοῦρον. Οὐκοῦν C ἰκανὸς οἶμαι διὰ τῶν εἰρημένων καὶ τὸν Δαβὶδ τῆς ὑπετέρας ὑπολήψεως σύμμαχον ἀποδεδειχθαι, οὐ τὸ κατῳνομάζειν τὸν Θεὸν τὰ ἄστρα διὰ τῆς προφητείας διδάσκοντα, ἀλλὰ τὸ ἀκριβῶς γινώσκειν κατὰ τὴν τῶν ἀνθρώπων συνήθειαν τῶν ἐκείνους μάλιστα δι' ἀκριβείας ἐπισταμένων, οὓς καὶ ὀνομαστὶ προσκαλεῖσθαι διὰ πολλὴν συνήθειαν δύνανται.

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
