# Contra Eunomium 537.2

Gregorius Nyssenus, Contra Eunomium, 537.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/537.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/537.2

Πρὸς δὲ τὴν ἀκολουθίαν τῶν εἰρημένων μετενεκτέον τὸν λόγον. Πάλιν γὰρ ἐκτίθεται τινὰ ῥησίν τοῦ διδασκάλου ἔχουσαν οὕτως Ἄφθαρτον γὰρ καὶ ἀγέννητον τὸν Θεὸν τῶν ὅλων λέγομεν, κατὰ διαφόρους ἐπιβολὰς τοῖς ὀνόμασι τούτοις χρώμενοι. Ὅταν μὲν γὰρ εἰς τοὺς κατ᾽ ὀπίσω αἰῶνας ἀποβλέψωμεν, ὑπερεκπίπτουσαν πάσης περιγραφῆς εὑρίσκοντες τὴν ζωὴν τοῦ Θεοῦ, ἀγέννητον αὐτὸν λέγομεν ὅταν δὲ τοῖς ἐπερχομένοις αἰῶσι τὸν νοῦν ἐπιβάλλωμεν, τὸ ἀόριστον καὶ ἀπειρον καὶ οὐδενὶ τέλει καταληπτὸν προσηγορούμεθα ἀφθαρτον. Ὡς οὖν τὸ ἀτελεύτητον τῆς ζωῆς ἀφθαρτον, οὕτω τὸ ἀναρχον αὐτῆς ὠνομάσθη ἀγέννητον, τῇ ἐναίω ἡμῶν ἐπιδευορώτων ταῦτα. Τὴν μὲν οὖν λοιδορίαν ἣν προοίμιον τῆς τῶν εἰρημένων θεωρίας πεποίηται, πάλιν παρήσωμεν, σπέρματός τινος ὑπαλλαγὴν καὶ σπορὰς καθηγητήν, καὶ τὸ τῆς μέμφεως ἀσυλλόγιστον, καὶ ὅσα ἄλλα τῇ ἀχορήτῳ γλώσσῃ κενευλλόν διεξέρχεται ἐπ᾽ ᾧ δὲ διαβάλλειν ἐπιχειρεῖ, συχωραντῶν τὸν λόγον, πρὸς τοῦτο καὶ ἡμεῖς τραπεσόμεθα. Ἐλέγχειν ἡμᾶς ἐπαγγέλλεται ὡς μὴ φύσει λέγοντας ἀφθαρτον εἶναι τὸ Θεῖον ἡμεῖς δὲ μόνα τῆς φύσεως ἀλλοτριούμεν ἐκεῖνα, ὅσα ἐπίκτητα γίνεται τισι καὶ ἀπόκτητα. Ἄν δὲ ἄνευ τοῦ ὑποκειμένου νοηθῆναι φύσιν οὐκ ἔχει, πῶς ἂν τις ἐν αὐτῇ γένοιτο, ὡς αὐτὴν ἑαυτῆς διαχωρίζων

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
