# Contra Eunomium 538.1

Gregorius Nyssenus, Contra Eunomium, 538.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/538.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/538.1

τὴν φύσιν· Εἰ μὲν οὖν ἐπιγεννηματικὴν τῷ Θεῷ τὴν ἀφθαρσίαν ὁ ἡμέτερος λόγος ἐπρέσδευσεν, ὡς ποτε περὶ αὐτὸν μὴ ὄυσαν, ἢ ὡς οὐκ ἐσομένην ποτε, καιρόν δὲ εἶχε ταῦτα ἐπὶ διαβολὴν ἡμῶν λέγειν. Εἰ δὲ ἀεὶ ὁσαύτως ἔχει, καὶ ὁ νῦν ἐστι πάντοτε εἶναι τὸ Θεῖον ὁ ἡμέτερος διορίζει λόγος· καὶ οὐδὲν ἐκ παραυθήσεως αὐτῷ τινος καὶ προσθήκης τῶν μὴ προσιόντων προσγίνεται, ἀλλ’ ἐν παντὶ τῷ κατὰ τὸ ἀγαθὸν νοουμένῳ καὶ λεγομένῳ πάντοτε εἶναι, πῶς μὴ κατὰ φύσιν αὐτῷ προσαρτισεῖν τὴν ἀφθαρσίαν διαβαλλόμεθα; Ἄλλ’ ἐκ τῆς ὑπαναγνωσθείσης τῷ διδασκάλῳ ῥήσεως τῆς τοιαύτης τοῦ λόγου διαβολῆς εἰληφέναι τὰς ἀφορμὰς σχηματίζει, ὡς ἐκ τῆς παραθέσεως τῶν αἰώνων, τῷ Θεῷ τὴν ἀφθαρσίαν ἡμῶν ποριζόντων. Εἰ μὲν οὖν παρ’ ἡμῶν τὸ ἡμέτερον ῥητὸν προεφέρετο, ὑποπτος ἂν ἦν Ἰσως εἰς ἀπολογίαν ὁ λόγος, ὡς νῦν ἡμῶν ἐπιδιορθουμένων, καὶ πρὸς τὸ ἀνεὐθύνον μετατιθέντων τὰς ὑπατίους φωνάς. Ἐπεὶ δὲ παρὰ τοῦ ἐχθροῦ τὰ ἡμέτερα λέγεται, τὶς ἂν ἰσχυροτέρα γένοιτο τῆς ἀληθείας ἀποδείξεως, αὐτὴς τῆς τῶν ἀντικειμένων ἡμῖν μαρτυρίας; Πῶς τοίνυν ὁ παρ’ ἡμῶν ἔχει λόγος ὃν ἐπὶ διαβολὴν προχειρίζεται καθ’ ἡμῶν ὁ Εὐνόμιος; Ὅταν, φησὶ τοῖς ἐπερχομένοις αἰῶσι τὸν νουν ἐπειδάλωμεν, τὸ ἀόριστον καὶ ἀπειρον καὶ οὐδενὶ τέλει καταληπτὸν, προσηγορεύσαμεν ἀφθαρτον. Ἄρα τῇ πορίσει τὸ προσαγορευσαὶ ταῦτὸν ὁ Εὐνόμιος οἴεται; Καὶ τὶς σὺνως ἴξω τοῦ καθεστηκότος ἐκτὶνῶ τὰς ἰδιαζούσας τούτων τῶν ῥημάτων ἀγνοεῖν ἐμφάσεις; Πορίζει μὲν γὰρ ὁ τὸ μὴ προσὸν αὐτῷ κτησάμενος, προσαγορεύει δὲ ὁ τὸ ὃν C σημαντικῶς ὀνομάζων. Πῶς οὖν ἐπὶ τούτοις ὁ τῆς ἀληθείας φωτιστὴς οὐχ αἰσχύνεται, ἐν προδήλῳ τῇ συχοφαντείᾳ τὴν διαβολὴν συμπεραίνων; Καὶ καθάπερ οἱ ἐκ τινος πάθους μὴ βλέποντες, ἐν δὲσει τῶν βλέποντων ἀσχημονοῦσι, τὸ παρ’ αὐτῶν μὴ ὁρώμενον, καὶ παρὰ τῶν ὑγιαίνοντων ἀγνοεῖσθαι νομίζοντες · τοιούτων τι πέπονθεν ὁ ὀδυερχὴς οὗτος καὶ ταχὺς τὴν διάνοιαν, τὴν ἰδίαν πρὸς τὴν ἀλήθειαν πῆρωσιν, οὐ ἐν τοῖς ἀκούουσιν οἴεται. Καὶ τὶς οὗτος ἡλίθιος, ὡς μὴ παραθεῖναι τῇ διαβολῇ τὰ συχοφαντούμενα ῥήματα, καὶ ἐκ τῆς ἑκατέρων ἀνταναγνώσεως τὴν καπουργίαν τοῦ λογογράφου φωρᾶσθαι; Ὁ ἡμέτερος λόγος προσαγορεύει τὸ ἀφθαρτον, ἐκεῖνος κατηγορεῖ τοῦ τὴν ἀφθαρσίαν πορίζοντος. Τί κοινὸν ἔχειν τῷ λέγειν; Ἀπὸ τῶν ἰδίων ἑκάστον εὑθύνεσθαι δίκαιον, οὐχ ἐκ τῶν ἀλλοτρίων ὑπέχειν τὰς μερίμνας. Νυνὶ δὲ κατηγορεῖ μὲν ἡμῶν, καὶ ἡ πικρία πρὸς ἡμᾶς βλέπει, κατακρίνει δὲ οὐδένα κατὰ γε τὸν ἀληθῆ λόγον ἢ ἑαυτόν. Εἰ γὰρ τὸ πορίζειν τῷ Θεῷ τὴν ἀφθαρσίαν ὑπατίον, τοῦτο δὲ παρ’ οὐδενὸς ἄλλου πλὴν παρ’ αὐτοῦ λέγεται μόνον· ἄρα αὐτὸς ἑαυτοῦ γίνεται ὁ συκοφάντης κατηγορος, ὁ ἑαυτοῦ διαβάλλων, οὐ τὸ ἡμέτερον. Καὶ περὶ τοῦ κατὰ τὴν ἀγεννησίαν ὀνόματος ἡμεῖς μὲν φαμεν ὅτι, ὥσπερ τὸ ἀτελεύτητον τῆς ζωῆς ἀφθαρτον, οὕτως τὸ ἀνεργον αὐτὴς ἀγέννητον ὀνομάσθη · οὗτος δὲ παρὰ τῶν αἰώνων ἡμᾶς λέγει κατὰ πάντων τῶν γεννητῶν προξενεῖν αὐτῷ τὰ πρεσβεῖα.

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
