# Contra Eunomium 542.2

Gregorius Nyssenus, Contra Eunomium, 542.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/542.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/542.2

Πάλιν ὁ βδελυκτὸν τῆς κακίας νοήσαντες, τὸ ἀναλλοίωτον αὐτοῦ καὶ ἀμίγης πρὸς κακίαν καταλαμβάνομεν, τὴν τε τοῦ θανάτου διαφθορὰν κακῶν ἔσχατον εἶναι νομίσαντες, ἀθάνατόν τε καὶ ἀφθαρτον τὴν ἀλλότριον παντὸς τοιούτου νοήματος ὠνομάσαμεν, οὐ τὸ ὑποκειμένον ταῖς ἐννοίαις ταύταις συνδιασχίζοντες, ἀλλ' ὅ τι ποτε κατ' οὐσίαν ἐστίν, ἐν εἴναι πεπιστευκότες, πρὸς πάσας τὰς τοιαύτας ὑπολήψεις τὸ νοητὸν οἰκείως ἔχειν ὑπειλήφαμεν. Οὐ γὰρ μάχεται πρὸς ἀλλήλα τὰ ὀνόματα κατὰ τὴν τῶν ἀντιθέτων φύσιν, ὡς εἰ τὸ ἐν ὑπάρχει, μὴ ἂν τῷ αὐτῷ συνθεωρηθῆναι τὸ ἕτερον· ὡς οὐκ ἐνδέχεται ζῶν ἅμα καὶ θνῄσκον περὶ τὴν αὐτὴν νοηθῆναι, ἀλλὰ τοιαύτη ἐστίν ἑκάστου τῶν ἐπὶ τῆς θείας φύσεως λεγομένων ἡ ἐμφασις, ὥστε κλῆν ἰδιάζει τῷ σημαινομένῳ, μηδεμιᾶν ἰσχὺν πρὸς τὸ συνονομαζόμενον ἐναντιοῦσιν. Τί γὰρ ἐναντιοῦται τῷ ἀσωμάτῳ τὸ δίκαιον, κλῆν μὴ συμβαίνῃ κατὰ τὴν ἐννοιαν ἀλλήλοις τὰ ῥήματα; Ποίαν δὲ μάχην ἡ ἀγαθότης ἔχει πρὸς τὸ ἀόρατον; Οὕτως οὐδὲ τὸ ἀίδιον τῆς θείας φύσεως διπλῶς δύνασθαι τε καὶ νοῆσθαι γνωριζόμενον, τῷ ἀτελευτήτῳ καὶ τῷ ἄναρχῳ, τῇ διαφορᾷ τῶν ὀνομάτων συνδιαστέμεναι· καὶ οὐδὲ ταύτων ἐστι τῷ ἑτέρῳ κατὰ τὴν σημασίαν τὸ ἕτερον ὄνομα. Τὸ μὲν γὰρ τὴν τῆς ἀρχῆς, τὸ δὲ τὴν τοῦ τέλους ἀλλοτριωσιν ἐδείξεν· οὔτε μερισμὴν

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
