# Contra Eunomium 546.2

Gregorius Nyssenus, Contra Eunomium, 546.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/546.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/546.2

Διαβάλλων γὰρ τὸν ἡμέτερον λόγον τὸν κατὰ διαφόρους ἐπιβολὰς λέγοντα τὴν περὶ Θεοῦ γνώσιν ἡμῖν συναγεῖρεσθαι, φησὶ μηκέτ' αὐτὸν παρ' ἡμῶν ἀπλοῦν εἶναι κατασκευάζεσθαι, ὡς μεταλαμβάνοντα τῶν νοημάτων τῶν δι' ἑκάστης προσηγορίας σημαινομένων, καὶ διὰ τῆς ἐκείνων μετουσίας συμπληροῦντα ἑαυτῷ τὴν κατὰ τὸ εἶναι τελείωσιν. Ταῦτα διὰ τῆς ἑαυτοῦ λέξεως συντέμνων αὐτοῦ τὴν μακρὰν ἀδολεσχίαν. Ἄλλὰ πρὸς τὴν ματαιαν ταύτην οἶμαι καὶ ἄτονον περιττολογίαν, οὐδὲ τὴν ἀντίρρησιν ἄν τινὰ τῶν εὐφρονούντων ἐξὼ τῆς κατὰ τὴν ἄνοιαν κατηγορίας ποιήσασθαι. Εἰ μὲν γὰρ τι τοιούτων ἐν τοῖς παρ' ἡμῶν εἰρημένοις ἦν, ἔδει πάντως ἡμᾶς ἢ ἀνατιθεσθαι τὰ μακρῶς εἰρημένα, ἢ τὸ ἀμφίβολον τῆς διανοίας πρὸς τὸ ἀνεύθυνον τῆς ἐρμηνείας ἄγειν. Ἐπεὶ δὲ οὔτε εἴρηται παρ' ἡμῶν τοιούτων οὐδέν, οὔτε ἢ τῶν εἰρημένων ἀκολουθία πρὸς τὴν τοιαύτην ἀνάγκην ἐξωθεῖ τὴν διάνοιαν, τί δεῖ τοὺς ὁμολογουμένως ἐνδιατριβόντας ἀποκνάλειν τοὺς ἐντυχάνοντας τῇ παρατάσει τοῦ λόγου; Τίς γὰρ οὕτως ἐξὼ διανοίας ἐστίν, ὡς ἀκούσας διὰ πολλῶν νοημάτων τὰς εἰσαθείας περὶ Θεοῦ ὑπολήψεις ἀθροίζεσθαι, σύμθετον ἐν διαφόρων τὸ Θεῖον οἴεσθαι, ἢ ἐκ μεταλήψεως τινων ἑαυτῷ συναγεῖρειν τὴν τελειότητα; Εὐρατοὶ τις καθ' ὑπόθεσιν γεωμετρίαν, ὁ δὲ αὐτὸς οὗτος ὑπειληφθῶ καὶ ἀστρονομίας ἐφρετὴς εἶναι, ἰατρικῆς τε πάλιν καὶ γραμματικῆς, καὶ γεωργίας, καὶ ἄλλων τοιούτων ἐπιστηδευμάτων τινῶν. Ἄρ' ἐπειδὴ πολλὰ καὶ διάφορα τὰ ὀνόματα τῶν ἐπιτηδευμάτων περὶ τὴν μίαν θεωρεῖται ψυχὴν, σύνθετος διὰ τοῦτο ἢ ψυχὴ νομισθήσεται; Καίτοι γε πλεῖστον διαφέρει τὸ κατὰ τὴν ἰατρικὴν σημαινομένου τῆς ἀστρονομικῆς ἐπιστήμης, καὶ ἢ γραμματικὴ πρὸς τὴν γεωμετρίαν οὐδεμίαν κατὰ τὸ σημαινομένου τὴν κοινωνίαν ἔχει· οὐδ' αὖ πάλιν ἢ ναυτιλία, καὶ ἢ γεωπονία· ἄλλὰ μὴν περὶ τὴν ψυχὴν, τούτων ἑκάστης τὸν λόγον δυνατὸν ἀθροισθῆναι, καὶ οὐ διὰ τοῦτο πολυσύνθετος ἢ ψυχὴ γίνεται, οὐδὲ πάντα τὰ ὀνόματα τῶν ἐπιτηδευμάτων πρὸς ἓν σημαι-νόμενον ἀναχινδνᾶται. Εἰ τοίνυν ὁ ἀνθρώπινος νοῦς διὰ τοιούτων περὶ αὐτοῦ λεγομένων, οὐδὲν εἰς τὴν ἀπλότητα βλάπτεται, πῶς ἄν τις οἴηθείη τὸν Θεόν, εἰ σοφὸς, καὶ δίκαιος, καὶ ἀγαθός, καὶ ἀδύος, καὶ πάντα τὰ θεοπρεπεῖς καλοῖτο ὀνόματα, εἰ μὴ μία πᾶσι νομισθείη τοῖς ὀνόμασι σημασία, ἢ πολυμερὴ γίνεσθαι, ἢ ἐκ μετουσίας τούτων τὸ τέλειον ἑαυτῷ συναγεῖρειν τῆς φύσεως;

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
