# Contra Eunomium 547.1

Gregorius Nyssenus, Contra Eunomium, 547.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/547.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/547.1

ἴδομεν αὐτὴν τὴν σοφὴν αὐτοῦ καὶ βροκοχὴν καὶ ἡμῶν ἐπιχείρησιν. Εἰ κατὰ τὸ ἀτελεύτητον, φησί, τῆς ζωῆς μόνον ἐστὶν ἀθάνατος, καὶ κατὰ τὸ ἀναρχον μόνον ἀγέννητος, καθὼ μὴ ἐστιν ἀθάνατος, φθαρτὸς ἔσται, καὶ καθὼ μὴ ἐστιν ἀγέννητος, γεννητὸς ἔσται. Καὶ ἐπαναλαβὼν πάλιν τὸ αὐτὸ φησιν : Ἔσται ἄρα κατὰ μὲν τὸ ἀναρχον, ἀγέννητος ὁμοῦ καὶ φθαρτός, κατὰ δὲ τὸ ἀτελεύτητον, ἀθάνατος ὁμοῦ καὶ γεννητός. Ὁ μὲν οὖν ἀποτομώτερος αὐτοῦ λόγος οὗτός ἐστιν, ὃν καθ’ ἡμῶν προοίσειν ἠπειλήσεν, εἰς ἐλεγχον τοῦ τὴν οὐσίαν τοῦ Θεοῦ λέγειν ἡμᾶς ἐπιμερίζεσθαι τοῖς ἐναντίοις τε καὶ τοῖς χείροσιν. Ἐγὼ δὲ φανερόν μὲν ἡγοῦμαι τοῖς ἐδραμμένοις ἔχουσι τὸν ἐαυτῶν τὴς ἀληθείας κριτήριον, ὅτι οὐδεμιᾶν ἐν τοῖς εἰρημένοις διδασκάλῳ τοῦ διδασκάλου τὴν συκοφαντὴν λαβὴν, παραποιήσας οὗτος πρὸς τὸ δοκοῦν τὰ εἰρημένα, τὴν μειρακιώδη ταύτην τοῦ σοφίσματος παιδιὰν συνδιεπέρανεν. Πλὴν ὡς ἂν ἐκδηλωτέρον πᾶσι γένοιτο τοῖς ἐντυχάνουσιν, ἐκεῖνο τε πάλιν ἐπὶ λέξεως ἀναγνώσομαι, καὶ ἀντιπαραθήσω τούτοις τὰ Εὐνομίου ῥήματα. Ἄφθαρτον, φησὶν ὁ διδάσκαλος, καὶ ἀγέννητον Θεὸν τῶν ὅλων λέγομεν, κατὰ διαφόρους ἐπιβολὰς τοῖς ὀνόμοις τοῖς τοῖς χρώμενοι. Ὅταν μὲν γὰρ εἰς τοὺς κατ’ὀπίσω αἰῶνας ἀποβλέψωμεν, ὑπερεκπίπτοντασαν πάσης περιγραφῆς εὕρισκοντες τὴν ζωὴν τοῦ Θεοῦ, ἀγέννητον αὐτὸν λέγομεν. Ὅταν δὲ τοὺς ὑπερχωροῦντας αἰῶσι τὸν νοῦν ἐπιβάλλωμεν, τὸ ἀμέριστον καὶ ἀπειρον, καὶ οὐδενὶ τέλει καταληπτὸν, προσηγορεύσαμεν ἀφθαρτον. Ὥς οὖν τὸ ἀτελεύτητον τῆς ζωῆς ἀθάνατον, οὕτω καὶ τὸ ἄναρχον αὐτῆς ἀγέννητον ὠνομάσθη, τῇ ἐπιτολῇ θεωροῦντων ἡμῶν ταῦτα. Οὗτος τοῦ διδασκάλου ὁ λόγος, τοῦτο παιδαίνων ἡμᾶς διὰ τῶν εἰρημένων, ὅτι μία οὖσα τῇ φύσει καὶ συνεχὴς πρὸς ἑαυτὴν ἡ θεία ζωή, οὔτε ἀπὸ ἀρχῆς τινος ἄρχεται, οὔτε πέρας τιν περιγράφεται. Καὶ ὅτι τὰς ἐπιθεωρουμένας τῇ ζωῇ ταύτῃ ἐννοίας ἔξεστι δι’ ὀνομάτων τινῶν φανερὰς καταστῆσαι. Τῷ τε γὰρ μὴ ἐξ αἰτίας εἶναι τινος, διὰ τῆς τοῦ ἀνάρχου τε καὶ ἀγεννήτου φωνῆς ἐξαγγέλλομεν, καὶ τῷ μηδενὶ περιγράφεσθαι τέλει, μηδὲ εἰς φθορὰν διαλύεσθαι, τοῦτο τὸ τοῦ ἀφθάρτου τε καὶ ἀτελεύτητου διασημαίνει λέξις. Καὶ τοῦτο διορίζει, τὸ δεῖν ἐπὶ τῆς θείας ζωῆς τὸ μὲν τὴν ἀρχὴν μὴ ἔχειν, ἀγεννήτως εἶναι λέγειν, τὸ δὲ ἀτελεύτητος εἶναι, ἀφθαρτον κατονομάζειν. Ἐπειδὴ πᾶν τὸ τοῦ εἶναι παυσάμενον, ἐν ἀφανισμῷ γίνεται πάντως · ἀφανισμὸν δὲ τοῦ ὄντος ἀκούσαντες, τὴν τοῦ συνειστώτος φθορὰν ἐνόησαμεν. Τὸν οὖν μηδέποτε τοῦ εἶναι παύμενον, ἀλλοτρίον τε τῆς κατὰ φθορὰν διαλύσεως ὄντα, ἀφθαρτον ὀνομάζεσθαι λέγει.

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
