# Contra Eunomium 551.1

Gregorius Nyssenus, Contra Eunomium, 551.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/551.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/551.1

Ἔσται ἄρα κατὰ μὲν τὸ ἀνάρχον, ἀγέννητος ὁμοῦ καὶ φθαρτός, κατὰ δὲ τὸ ἀτελεύτητον, ἀφθαρτὸς ὁμοῦ καὶ γεννητός. Τὰς γὰρ ἀχαρίους ἐν τῷ μέσῳ τινὶ περιττῶν παρενθήκας ὡς οὐδὲν πλεῖον εἰς τὸν τοῦ λόγου κατασκευὴν συντελεῖσας παρῆμι. Ἄλλὰ τὴν μὲν διάνοιαν τῶν ἡμετέρων λόγων, ἀφ’ ὧν αὐτὸς οὗτος παρέθετο, παντὶ ῥάδιον ὁμᾶι κατανοῆσαι, ὡς οὐδεμιᾶν ἔχουσαν κοινωνίαν πρὸς τὴν κατασκευασθεῖσαν αὐτῷ καθ’ ἡμῶν κατηγορίαν. Ἄφθαρτον γὰρ καὶ ἀγέννητον τὸν Θεὸν τῶν ὅλων λέγομεν, φησὶν ὁ διδάσκαλος, κατὰ διαφόρους ἐπιβολὰς τοῖς ὀνόμασι τούτοις χρώμενοι. Τὸ γὰρ ὑπερεκπίπτειν αὐτὴν, φησὶ, τῆς τῶν αἰώνων περιγραφῆς· κατὰ πᾶν διάστημα τῆς χρονικῆς παρατάσεως, εἴτε τὸ ἐξ ἀρχῆς, εἴτε τὸ ἐφεξῆς λογιζόμεθα, τὸ καθ’ ἑκάτεραν ἔνοιαν τῆς αἰδίου ζωῆς ἀόριστον τε καὶ ἀπερίγραπτον, τὸ μὲν τῷ τῆς ἀφθαρσίας ὀνόματι, τὸ δὲ τῷ τῆς ἀγεννησίας διασημαιοῦμεν. Οὕτωσι δὲ φησὶ λέγειν ἡμᾶς ὅτι τὸ ἀνάρχον οὐσία ἐστὶ, καὶ ἀτελεύτητον οὐσία πάλιν ἐστίν, ὡς δύο τμήματα οὐσιῶν κατὰ τὸ ἐναντίον λεγόμενα παρ’ ἡμῶν συμβάλλεσθαι. Καὶ οὕτως κατασκευάζει τὸ ἄτοπον, τὰ ἑαυτοῦ τιθείς, καὶ τοῖς ἑαυτοῦ συμπλεκόμενος, καὶ τὰς παρ’ ἑαυτοῦ συντεθείσας διανοίας ἐξωθῶν εἰς τὸ ἄτοπον, κατ’ οὐδὲν δὲ τῶν ἡμετέρων προσάπτεται. Τὸ γὰρ κατὰ τὸ ἀτελεύτητον τῆς ζωῆς μόνον τὸν Θεὸν ἀφθαρτὸν εἶναι, τούτου ἐστὶ, καὶ οὐχ ἡμετέρου. Ὁσαύτως καὶ τὸν ἀφθαρτον, ἀνάρχον μὴ εἶναι, τῆς αὐτῆς ἀγχινολίας τὸ εὑρήμα, τῆς τὸ μὴ προσὸν εἰς τὴν τῆς οὐσίας λόγον καταστασοῦσης. Ἡμεῖς γὰρ οὐδὲν τῶν μὴ προσόντων οὐσίαν εἶναι διορίζομεθα. Οὐ πρόσεστι δὲ τῷ Θεῷ, ὅστε τὸ εἰς φθορὰν τὴν ζωὴν καταλῆξαι, οὔτε τὸ ἀπὸ γεννήσεως τὸ εἶναι ἀρξάσθαι. Ὑπερ διὰ τῶν δύο τούτων ὀνομάτων τῆς τε ἀφθαρσίας καὶ τῆς ἀγεννησίας παρίσταται. Ὁ δὲ τὸν ἴδιον λῆρον τοὺς ἡμετέρους δόγμασιν ἐπιδηρῶν, ταυτὸν σπλητέων διὰ τῆς κατηγορίας τῆς καθ’ ἡμῶν οὐ συνίησιν. Ὁ γὰρ οὐσίαν τὴν ἀγεννησίαν εἶναι διοριζόμενος, εἰς τοσαύτην κατὰ τὸ ἀκόλουθον τὴν ἄτοπιαν ἐκβήσεται, ἣν τοῖς ἡμετέροις δόγμασιν ἐπιφέρει. Ἄλλο γὰρ τῆς ἀρχῆς, καὶ ἄλλο τοῦ τέλους κατὰ τὴν διαστηματικὴν παράστασιν νοουμένων, εἰ μὲν τὴν ἑνὸς τούτων στέρησιν οὐσίαν τις εἶναι δοίη, ἐξ ἡμισείας αὐτοῦ τὴν ζωὴν ὑποστήσει μόνῳ τῷ ἀνάρχῳ ὑφεστῶσαν, πρὸς δὲ τὸ ἀτελεύτητον, οὐκέτι διὰ τῆς φύσεως ἐπεκτεινοῦσαν, εἴπερ φύσις ἡ ἀγεννησία νομιζοιτο. Εἰ δὲ ἀμφότερά τις οὐσίας εἶναι βιάζοιτο, ἀνάγκη, πᾶσα κατὰ τὸν ἀποδοθὲντα τοῦ Εὐνομίου λόγον ἑκάτερον τῶν ὀνομάτων κατὰ τὴν ἐγκεχειμένην ἔμφασιν καὶ ἐν τῷ τῆς οὐσίας λόγῳ τὸ εἶναι ἔχειν, τοσοῦτον ἀπάρχων μόνον, ὅσον ἡ σημασία τῆς προσῃγορίας ἐνδείκνυται· καὶ οὕτως ἰσχυρὸς ὁ τοῦ Εὐνομίου λόγος γενήσεται, ὡς τε τοῦ ἀνάρχου τὸ ἀτελεύτητον ἔχοντος, οὔτε τοῦ ἀτελευτήτου τὸ ἀνάρχον. Ἐπειδή κατὰ τὸν λόγον αὐτοῦ καὶ οὐσία τῶν εἰρημένων ἐστὶν ἑκάτερον, καὶ ἀμίκτως τὰ δύο ταῖς ἐνοίαις ἔχει προσάλληλα, καὶ οὔτε ἡ ἀρχὴ πρὸς τὸ τέλος τὸν αὐτὸν ἔχει λόγον, οὔτε τὰ ἀναίρετικά τούτων ὀνόματα πρὸς τὰς σημασίας συμφέρεται.

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
