# Contra Eunomium 556.1

Gregorius Nyssenus, Contra Eunomium, 556.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/556.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/556.1

A οὐδὲς ἂν ἀντείποι τῆς ἰσχύοντος ἀσάφειας εἶναι τὸ προσμαρτυρεῖν τῷ Θεῷ τὰ μὴ δόντα. B Ἄλλ' οὐδὲν οἶμαι τούτοις χρήναι καὶ τοὺς τοιούτους ἐνδιατρίβειν· οὐδὲ τὰ καθ' ἑαυτὰ εἰρημένα δι' ἀκριβείας ἐλέγχειν. Ἰκανὸς γὰρ τοὺς ἐπιστάμενους αὐτὸς ὁ ἀντείπων πονηθεὶς λόγος, συνήγορος τῶν τῆς εὐσεβείας δογμάτων ἀναφανήσεται. Φησὶ γὰρ τὴν οὐσίαν αὐτὴν ἀφθαρσίαν εἶναι καὶ ἀθανασίαν, ὡσαύτως. Ἐγὼ δέ, εἰ τε πρόσεστι ταῦτα τῇ θείᾳ φύσει, εἰ τε αὐτὰ ταῦτα κατὰ τὸ σημαίνοντες ἡ οὐσία ἐστιν, οὐδὲν οἶμαι χρήναι πρὸς αὐτὸν διαμάχεσθαι· ὅ τι γὰρ ἂν νικήσῃ τῶν εἰρημένων, τὸν ἡμέτερον πάντως συστησεται λόγον. Εἰ μὲν γὰρ προσεστὶ τῇ οὐσίᾳ τὸ μὴ φθείρεσθαι, προσέσται αὐτῇ πάντως καὶ τὸ μὴ διὰ γεννήσεως εἶναι. Καὶ οὕτως ὁ τῆς ἀγεννησίας λόγος ἔξω τῆς κατὰ τὴν οὐσίαν σημασίας ἀποωθήσεται. Εἰ δέ, ὅτι οὐ φθείρεται ὁ Θεός, ἀφθαρσίαν τις λέγει τὴν οὐσίαν εἶναι, καὶ ὅτι θανάτῳ χρείαν οὐκ ἔχει, διὰ τοῦτο αὐτὴν τὴν φύσιν ἀθανασίαν εἶναι ὁρίζοιτο· ἀφθαρτος δὲ ὁ Υἱὸς καὶ ἀθάνατος, ἀφθαρσία δὲ εἴη καὶ ἀθανασία καὶ τοῦ Μονογενοῦς ἡ οὐσία. Εἰ οὖν ἀφθαρσία μὲν ὁ Πατήρ, ἀφθαρσία δὲ ὁ Υἱός, οὐσία δὲ τούτων ἐκάτερον, οὐδεμία δὲ κατὰ τὴν τῆς ἀφθαρσίας ἔννοιαν ἐπινοεῖται διαφορά, κατ' οὐδὲν πάντως ἡ οὐσία τῆς οὐσίας διενεχθήσεται, εἴπερ ἐπίσης ἐπ' ἀμφοτέροις ἡ φύσις ἡλοτριώται. Κἂν τὰ αὐτὰ πάλιν ἐπαναλαβάνων ταὶς ἀφύκτοις ἡμᾶς, ὡς οἴεται, τῶν διλημμάτων ἀνάγκαις καταδῷ, λέγων· Εἰ μὲν διορίζοιτο παρ' ἡμῶν τὸ προσὸν τοῦ ὄντος, σύνθετον τὸ Θεοῦ κατασκευασθήσεται· εἰ δὲ ἡ ἀπλότης, ὁμολογεῖ τὸ τῆς οὐσίας σχηματίζειν τὴν ἀφθαρσίαν, καὶ τὴν ἀγεννησίαν πάντως ἀναφανήσεσθαι. Πάλλιν αὐτὸν σύμμαχον τῶν ἡμετέρων ἀποδείξομεν λόγων. Εἰ γὰρ πάντη σύνθετον ποιεῖ τὴν θείαν οὐσίαν, τῷ προσεῖναι τι λέγειν αὐτῇ, οὐδὲ τὴν πατρότητα πάντως ἔκτος τῆς οὐσίας ἀποτομήσεται, ἀλλὰ φήσει Πατέρα ὁμολογεῖν ὡς ἀφθαρτον τε καὶ ἀθάνατον· καὶ οὕτω μὴ βουλόμενος, εἰς τὴν τῆς φύσεως οἰκειότητα τὸν Υἱὸν καταδίδεται· οὐ γὰρ ἔσται δυνατὸν ἑκαίνου φύσει Πατρὸς ὄντος, τῆς φυσικῆς πρὸς αὐτὸν σχέσεως τὸν Υἱὸν ἀφορίζεσθαι. Εἰ δὲ ἔξω τῆς φύσεως προσεῖναι λέγει τῷ Πατρὶ, ὡς οὐδὲν τῆς ἀπλότητος ἀθετουμένης, εἰ ἔξω τῆς οὐσίας τὸ κατὰ τὴν ἀγεννησίαν σημαίνετο· εἰ δὲ αὐτὴς φησὶ τῆς οὐσίας σημαίνειν τὸ ἀφθαρτον καὶ τὸ ἀγέννητον, καὶ ἰσοδυναμεῖν ἀλλήλοις ἐκάτερα τῶν ὀνομάτων διευχυρίζετο, ὡς μηδεμιᾶν ἐπ' αὐτῶν εἶναι διαφοράν, τῷ ταύτῳ ἐκάτερος ἐγχειρεῖ τὸ σημαίνον, καὶ μίαν λέγοι τοῦ ἀφθάρτου καὶ τοῦ ἀγέννητου τὴν ἔνοιαν, ὅ τὸ ἐν τούτων ὧν, καὶ τὸ ἕτερον πάντως ἐστίν. Ἄλλὰ μὴν ἀφθαρτος ὁ Υἱὸς εἶναι καὶ παρὰ τούτων οὐκ ἀμφιβάλλεται. Ἄγεννητος δέ, κατὰ τὸν τοῦ Εὐνομίου λόγον, καὶ οὗτός ἐστιν, εἴπερ -ταὐτὸ σημαίνει τῇ ἀγεννησίᾳ τὸ ἀφθαρτον, ὥστε δυοῖν ἑτέρων, ἢ ἄλλο τι παρὰ τὴν ἀφθαρσίαν τὸ ἀγέννητον σημαίνειν συνθεῖναι, ἢ ἐπιμένειν τοῖς δεδογμένοις· πολλάκις περὶ τὸν μονογενῆ Θεὸν βλασφημήσει, ἢ τοῖς φθαρτὸν αὐτὸν ποιῶν ἵνα μὴ ἀγέννητον

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
