# Contra Eunomium 557.1

Gregorius Nyssenus, Contra Eunomium, 557.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/557.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/557.1

λέγει, ἡ ἀγέννητον εἶναι κατασκευάζων ἵνα μὴ φθαρτὸν ἀποδείξῃ. 'Αλλ' οὐκ οἶδ' ὅ τι προσήκει πράττειν, εἰτε δι' ἀκολουθίας ἐπεξελθεῖν πᾶσι τοῖς προκειμένοις, εἰτε καὶ τούτοις περιορισαὶ τὴν πρὸς τὰ μάταια μάχην. Καθὼς γὰρ εἰς τὸν τὰ δηλητήρια πωλοῦντων, ἡ ἐν ὀλίγῳ πεῖρα παντὸς τοῖ φαρμάκου τὴν πρὸς τὸν θάνατον δύναμιν τοῖς ἀνούμενοις κατεγγύεται : καὶ οὐδεὶς ἀμφιβάλλει τὴν ἐκ τοῦ μέρους διαφθορὰν διὰ τινος πείρας καταμαθὼν, μὴ ὅλον εἶναι τὸ πωλούμενον ἀληθῶς φάρμακον· οὕτως οἶμαι δεῖν καὶ τὴν δηλητηριώδη ταύτην φαρμακεῖαν τοῦ λόγου διὰ τῶν ἐξηταμενῶν ἐπιδείξαι, μηκέτι ἀμφιβόλως εἶναι τοῖς γε νοῦν ἔχουσι, τὸ διὰ παντὸς εἶναι τοιαύτην, ὅσα διὰ τῶν φασάντων ἐλήλεκται. Καὶ τούτου χάριν τὸ μὴ προθεῖναι εἰς μῖχος τοῦ τοῦ ματαίου ἐφαρίλωμεν ἀριστεύειν εἶναι λογίζομαι. 'Αλλ' ἐπεὶ διὰ πολλαχθὲν τὸ πιθανὸν ἑαυτοῖς οἱ προστάται τῆς ἀπάτης εὕρισκονσι, καὶ δέος μὴ τὸ παρορθηθὲν τῶν πεποιημένων αὐτοῖς, εὐπρόσποτος καθ' ἡμῶν γένηται διαβολὴς ἀφορμή, ὡς τὸ ἰσχυρότερον ἐλλειπτόντων, τούτου χάριν παρηρησάμεν τοὺς καθομιλοῦντας ἡμῖν τῇ σπουδῇ μηδεμίαν καταγνόντας ἀδολασίαν, ἐπεσθαι προθύμως τῷ λόγῳ, πανταχοῦ κατ' ἀνάγκην πρὸς τὰς τοῦ ψεύδους ἐπιχειρήσεις ἑαυτὸν ἀντεξάγοντι. 'Επειδὴ τοίνυν μόγις ποτὲ τὸν περὶ τῆς ἐπινοίας ὄνειρον ἐν βαθεῖ τῷ ὕπνῳ διαπλάσαν ἐπαύσατο, τοῖς ἀτοπίοις ἑαυτὸν καὶ ἀδανίοις τῶν ἐπιχειρημάτων ἑαυτὸν καθοπλίσας, μεταθεῖ τὸν λόγον ἐπὶ ἕτερον ὄνειρον, πολὺ τῆς προλαθοῦσης φαντασίας ἀνοητότερον. 'Εξεστιν δὲ γνῶναι τὸ πόνου τὸ μάταιον, τῷ τὴν περὶ τῆς στερήσεως αὐτοῦ τεχνολογίαν κατανοήσαντι. 'Αλλὰ τὸ πᾶσῃ τῇ φλυαρία συμπλέξασθαι, αὐτοῦ ἂν εἴη Εὐνομίου καὶ τῶν κατ' αὐτὸν τῶν μηδεμίαν πρὸς τὰ σπουδαιότερα τῶν πραγμάτων φροντίδα. Ἡμεῖς δὲ διὰ συντομίας ἐπὶ κεφαλαίων τοῖς εἰρημένοις ἐπιδραμόμεθα, ὡς ἂν μήτε τι τῶν ὀπατιῶν παραλειφθῇ, μήτε τι τῶν ματαίων εἰς ἀνόνητον μῖχος προαγάγῃ τὸν λόγον.

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
