# Contra Eunomium 559.2

Gregorius Nyssenus, Contra Eunomium, 559.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/559.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/559.2

Ἐν δὲ τούτοις ἔστι μὲν πολλάκις καὶ δι’ ἀμφοτέρων κατορθωθῆναι τὸ σπουδαζόμενον τῆς τε διανοίας οὐχ ἁμαρτοῦσης τοῦ ζητουμένου, καὶ τῆς φωνῆς εὐθὲς ὡς τὸ νοητὸν διὰ τῆς προσφυοῦς ἐρμηνείας ἐξαγγελλούσης. Ἔστι δὲ τυγχάνει καὶ ἀμφοτέρων, ἢ τοῦ ἑτέρου γε τούτων ἀποκλίνειν, ἢ τῆς καταληπτικῆς διανοίας, ἢ τῆς ἐρμηνευτικῆς δυνάμεως τοῦ προσἥκοντος παρενεχθείσης. Δύο τοίνυν δυνάμεις ὧν ἅπας εὐθύνεται λόγος, τῆς τε κατὰ τὸν νοῦν ἀσφαλείας, καὶ τῆς ἐν ῥήμασι προφορᾶς, χρεῖστον μὲν ἐστί τὸ δι’ ἀμφοτέρων εὐδόκιμον. Οὐχ ἧττον δὲ ἀγαθόν, τῆς προσήκουσης μὴ διαμαρτεῖν ὑπολήψεως, καὶ ὁ λόγος ἐλάττων τῆς διανοίας τυγχάνῃ. Ὅταν τοίνυν περὶ τῶν ὑψηλῶν καὶ ἀθεάτων ἡ διάνοια τὴν σπουδὴν ἔχει, ὧν οὐκ ἐφικνεῖται ἡ αἴσθησις· λέγω δὲ περὶ τῆς θείας καὶ ἀφράστου φύσεως· ἐν οἷς τολμηρὸν ἦν καὶ τὸ προχειρῶς τι τῇ διανοίᾳ λαβεῖν, τολμηρότερον δὲ ταῖς ἐπιτυχοῦσαις ἐπιτρέπεν φωναῖς, τὴν τῆς ἐγγινομένης ἡμῖν ὑπολήψεως ἐρμηνείαν, τότε χαίρειν ἐάσαντες τὸν ἐν ποῖς ῥήμασι ἦχον, οὕτως ἢ ἕτερος κατὰ τὴν δύναμιν τῶν φθεγγομένων ἐξαγγελλόμενον, μὴν ἐξετάζομεν τὴν διάνοιαν τὴν ἐκφαινομένην τοῖς ῥήμασι, εἰτε οἷως, εἰτε καὶ ἄλλως ἔχει, τὰς ῥηματικὰς ταύτας ἢ ὀνομαστικὰς ἀχριβολολίας, γραμματιστῶν τέχνας παραχωρήσαντες. Ἐπεὶ τοίνυν μόνα τὰ γνωσκόμενα διὰ τῆς ὀνομαστικῆς σημειοῦμεθα κλήσεως, τὰ δὲ ὑπὲρ τὴν γνῶσιν ὄντα σημειωτικαῖς τισι προσήγοροις διαλαμβάνειν οὐχ οἷόν τε. Πῶς γὰρ ἂν τις τὸ ἀγνοούμενον σημειώσατο ; Διὰ τοῦτο οὐδεμίας ἐπ’ αὐτῶν προσφυοῦς εὐρισκομένης προσήγορίας, ἡ τὸ ὑποκείμενον ἰκανῶς παραστήσει, πολλοῖς καὶ διαφόροις ὀνόμασιν, ὅπως ἂν ἢ δυνατὸν, ἀνακαλῦψαι βιαζόμεθα τὴν ἐγγενομένην ἡμῖν περὶ τοῦ θείου ὑπόνοιαν. Ἄλλὰ μὴν τὰ ὑπὸ κατάληψιν ἡμετέραν ἔρχομενα, τοιαῦτά ἐστιν, ὥστε πάντως, ἢ ἐν διαστηματικῇ τινὶ παρατάσει θεωρεῖσθαι δὲ δυναι, ἢ τοπικοῦ χωρήματος παρέχειν τὴν ἐνοιαν, ἐν ᾧ τὰ καθ’ ἕκαστον εἶναι καταλαμβάνεται, ἢ τῇ κατὰ τὴν ἀρχὴν καὶ τὸ τέλος περιγραφῇ ἐντὸς γίνεσθαι τῆς ἡμετέρας ἐπιψευς, ἐπίσης καθ’ ἑκάτερον πέρας, τῷ μὴ ὄντι περιγραφόμενα· πᾶν γὰρ τὸ ἀρχὴν τε καὶ τελευταῖον ἔχον τοῦ εἶναι, ἐκ τοῦ μὴ ὄντος ἄρχεται, καὶ εἰς τὸ μὴ ὄν καταλήγει· ἢ τὸ πάντων ἔσχατον, διὰ τῆς σωματικῆς τῶν ποιότητων συνθέσεως καταλαμβάνομεν τὸ φαινόμενον, ἡ φθορά, καὶ πάθος, καὶ τροπή, καὶ ἀλλοίωσις, καὶ τὰ τοιαῦτα συνέξευκται. Διὰ τοῦτο ὡς ἂν μηδεμίαν οἰκειότητα πρὸς τὰ κάτω πράγματα

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
