# Contra Eunomium 560.2

Gregorius Nyssenus, Contra Eunomium, 560.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/560.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/560.2

Ἡμεῖς δὲ τοῦ διδάσκειν ἡ μανθάνειν τὰ τοιαῦτα τοῖς φιλοτίμοις παραχωρήσαντες, μόνον τὸν νοῦν ἐξετάζομεν, εἰ τῆς εὐσεβοῦς τε καὶ θεοπρεποῦς ὑπολήψεως ἄνθος ἐστίν, ἢ κεχρύσται. Εἰ μὲν οὖν ἢ οὐχ ἡν πρότερον ὁ Θεὸς ἔσται ποτέ, οὐκ ἂν κυρίως οὔτε ἀτελεύτητος, οὔτε ἀναρχὸς λέγοιτο. Ὁσαύτως δὲ οὔτε ἀναλλοίωτος, οὔτε ἀσώματος, οὔτε ἀφθαρτος, εἴπερ ὑπονοοῖτο περὶ αὐτὸν, ἢ σῶμα, ἢ φθορά, ἢ ἀλλοίωσις, ἢ τι τοιούτων. Εἰ δὲ τούτων εὐαγὲς ἐστιν οὐδὲν περὶ αὐτὸν ἐννοεῖν, ἀσεβὲς ἂν εἴη πάντως τοῖς χωριστικοῖς τῶν ἀπεραιομένων ῥήμασιν ἐπ’ αὐτῷ κεχρῆσθαι, καὶ λέγειν ταῦτα ἂ ἤδη πολλάκις εἰρήκαμεν, ἀφθαρτὸν τε καὶ ἀτελεύτητον καὶ ἀγέννητον, καὶ ὅσα τοῦ τοιούτου εἴδους ἐστὶ, τῆς ἐγκειμένης ἑκάστῳ τούτων τῶν ὀνομάτων ἐμφάσεως, μόνον τὸν χωρισμὸν τῶν ἡμῖν προχειμένων εἰς κατανόησιν διδασκούσης, οὐκ αὐτὴν τὴν φύσιν τὴν τῶν ἀπεραιομένων κεχωρισμένην ἐρμηνεύουσης. Τί γὰρ οὐκ ἐστὶ τοῦ Θεοῦ τῆς τῶν ὀνομάτων τούτων σημασίας προδεικνυούσης, εἰ ἔστιν ἑκεῖνο κατὰ τὴν φύσιν ὁ ταῦτα οὐκ ἐστίν, ἐν ἀδήλῳ μένει. Ἄλλὰ καὶ τὰ λοιπὰ τῶν ὀνομάτων, ὧν ἡ σημασία θέσεως τινὸς ἐστὶν ἐνδεικτικὴ καὶ ὑπάρξεως, οὐκ αὐτῆς τῆς θείας φύσεως, ἀλλὰ τῶν περὶ αὐτὴν εὐσεβῶς θεωρουμένων τὴν ἐνδειξιν ἔχει· νοήσαντες γὰρ ὅτι οὐδὲν τῶν ὄντων, τῶν τε φαινομένων καὶ τῶν νοουμένων αὐτομάτων τινα καὶ τυχαίαν ἔχει τὴν σύστασιν, ἀλλὰ ὅ τί περ ἐν τοῖς οὖσι καταλαμβάνεται, τῆς πάντων τῶν ὄντων ὑπερκειμένης φύσεως ἐξήπται, κάκειθεν τὴν αἰτίαν τῆς ὑπάρξεως ἔχει, τὸ τε κάλλος καὶ τὸ μέγεθος τῶν ἐν τῇ κτίσει θαυμάτων κατανοήσαντες, ἐκ πάντων τούτων καὶ τῶν τοιούτων ἄλλα νοήματα περὶ τὸν Θεὸν λαμβάνοντες, ἰδίους ὀνόμασιν ἑκάστου τῶν ἐγγινομένων ἡμῖν νοημάτων διερμηνεύομεν ἀκολουθοῦντες τῇ συμβουλῇ τῆς Σοφίας, ἡ φησιν, ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλογιζεῖν τῶν πάντων γενεσιουργὸν θεωρεῖσθαι. Δημιουργὸν μὲν τὸν ποιητὴν τῶν ὄντων προσαγορεύομεν, δυνατὸν δὲ τὸν τῆς τοιαύτης περιχαρησάντα κτίσεως, ἡ ἐλήφρεσεν ἡ δύναμις οὐσίαν ποιῆσαι τὴν βούλησιν. Τὸ τε τῆς ζωῆς ἅγιον ἀγαθὸν ἐννοήσαντες, nilium genitorem oportere contemplari ¹¹. Opificem autem eum qui tantam creaturam suo dominio

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
