# Contra Eunomium 564.1

Gregorius Nyssenus, Contra Eunomium, 564.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/564.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/564.1

ἀδύνατός τε καὶ ἀφθαρτος λέγεται. Εἰ γὰρ οὐχὶ τὴν ἀπουσίαν τοῦ θανάτου καὶ τῆς φθορᾶς, καθὼς φησιν ὁ Εὐνόμιος, αἱ ἀφαίρετικοὶ τούτων προσήγοροι σημαίνουσι, πάντως τὸ παρειναι αὐτῷ τὰ ἐναντία τε καὶ ἀλλότρια διὰ τῆς τεχνολογίας ταύτης κατασκευάζεται. Ἕκαστον γὰρ τῶν νοουμένων ἡ ἀποσις πάντως τινά, ἢ οὐχ ἄπεισιν, οἷον, φῶς, σκότος, ζωή, θάνατος, ὑγεία, νόσος καὶ δσα τοιαῦτα· ἐφ’ ὧν εἰ τὸ ἕτερόν τις τῶν νοουμένων ἀπεῖναι λέγοι, τὴν τοῦ ἑτέρου πάντως παρουσίαν κατασκευάζει. Εἰ οὖν φησι μὴ τοῦ θανάτου ἀπουσία τὸν Θεὸν ἀδύνατον λέγεσθαι, δήλος ἄν εἴη παρουσίαν αὐτῷ θανάτου κατασκευάζων, καὶ διὰ τοῦτο τὴν ἀθανασίαν ἐπὶ τοῦ Θεοῦ τῶν ὅλων ἀρνοῦμενος. Πῶς γὰρ ἂν ἐκ ἀδύνατος ἀληθῶς εἴη καὶ ἀφθαρτος, οὐ μὴ ἀπεῖναι λέγει τὴν φθορὰν καὶ τὸν θάνατον; Ἄλλ’ ἴσως ἔρει τις· ἡμᾶς ἐπηρεαστικώτερον τῷ λόγῳ προσφέρεσθαι· μὴ γὰρ ἂν οὕτω μαθῆναι τινὰ, ὡς κατασκευάζειν τὸν Θεὸν μὴ εἶναι ἀθάνατον, ἀλλὰ τῶν μὲν ἐν τῷ χρυπτῷ τισι νοουμένων, οὐδεὶς ἀνθρώπων τὴν γνῶσιν ἔχει, διὰ δὲ τῶν λεγομένων οὐ στοχασμὸς ἡμῖν τῶν κεκρυμμένων ἐγίγνεται. Οὐκοῦν πάλιν τὸ ῥηθὲν ἀναλαμβάνωμεν.

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
