# Contra Eunomium 564.2

Gregorius Nyssenus, Contra Eunomium, 564.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/564.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/564.2

Οὐκ ἀπουσία θανάτου, φησιν, ὁ Θεὸς ἀδύνατος λέγεται. Πῶς δεξόμεθα τὸ λεγόμενον; ὅτι οὐχ ἄπεισι τοῦ Θεοῦ ὁ θάνατος, κἂν ἀδύνατος λέγεται; Οὐκοῦν εἰ τοῦτο κελεύει νοεῖν, θνητὸς ἔσται πάντως· ὁ Εὐνομίου Θεός, καὶ φθορὰ ὑποκείμενος. Οὐ γὰρ οὐχ ἄπεισι θάνατος ἀδύνατον εἶναι φύσιν οὐχ ἔχει· ἀλλὰ μὴν εἰ μήτε θανάτου μήτε φθορᾶς ἀπουσίαν αἱ προσήγοροι σημαίνουσι, ἢ μάτην ἐπιλέγονται τῷ ἐπὶ πάντων Θεῷ, ἢ ἕτερόν τινα νοῦν ἐν αὐταῖς περιέχουσι. Τίς οὖν οὗτος ἐρμηνευσάτω ὁ τεχνολόγος. Ἄλλ’ ἡμεῖς οἱ, καθὼς φησιν ὁ Εὐνόμιος, ἀνεπιστήμονες καὶ τῆς τῶν πραγμάτων χρήσεως, καὶ τῶν ὀνομάτων χρήσεως, ἀνοοὺν λέγειν μεμαθήκαμεν, οὐχ οὐ τὸ κράτος, ἀλλ’ ἡ ἡ νόσος κεχῶρισται· καὶ ἀπρόνο οὐ τῶν ἔξω τῶν συμποσίων ὄντα, ἀλλὰ τὸν μηδεμίαν ἐν ἑαυτῷ πληρωσιν ἔχοντα· καὶ τὰ ἄλλα πάντα ὡσαύτως, ἢ ἐκ τοῦ παρόντος ἢ ἐκ τοῦ μὴ παρόντος κατονομάζομεν, ἀνδρείον, ἀνανδρον, ὑπνώδη, ἀύπνον, καὶ δσα τῆς συνήθειας ἔχεται ταύτης. Ἄλλ’ οὐχ οἶδα τί φέρει χέρδος τὸ τὰς φλυαρίας ταύτας ἀξίου ἐξετάσεως· ἀνδρὶ γὰρ ἐν πολίᾳ ζῶντι, καὶ πρὸς ἀλήθειαν βλέποντι, οὐ μικρὰ πρὸς κατάκρισιν αἰτία, τὸ τὰ γελοῖα τε καὶ δσπονδα τῆς τοῦ ἀντιπάλου φιλονεικίας διὰ στόματος φέρειν. Διὸ παρήσω κάκεινα, καὶ τὰ ἕξης ἐκείνοις προσκειμένα. Ἔστι δὲ ταῦτα· Μηδεμιας, φησι, τῆς ἀληθείας, μήτε τῷ Θεῷ συμφωνῶν προσμαρτυρούσης. Εἰ γὰρ μὴ εἴρητο τοῦτο, τίς ἂν ὁ διφρὰ τὸν Θεὸν εἶναι λέγων, πλὴν σοῦ, τοῦ πᾶσαν ὀνόματος ἐνοίαν τῷ τοῦ Πατρὸς οὐσίᾳ συμφώνου, καὶ μηδὲν ἔξω προσεῖναι λέγοντος, ἀλλ’ ἕκαστον τῶν περὶ τὸ Θεῖον ὀνομάτων, τῇ οὐσίᾳ τοῦ Θεοῦ ἐχων περιζόντος; Εἶτα, φησι, μήτε μὴν ἐξώθεν καὶ παρ’ ἡμῶν πλατειομένην τοιαύτην ἐγνοιαν εὐσεβείας τῷ μὲς ἐγγραφούσης. Ἄλλὰ παραίτησομαι πάλιν περὶ τῶν εἰρημένων, ὡς οὐχὶ γελοιοποιῶν τοὺς ἐντυχάνουσι

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
