# Contra Eunomium 565.1

Gregorius Nyssenus, Contra Eunomium, 565.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/565.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/565.1

Α τὰς ἐπιγελάστους ταύτας ἐξεδήμη φωνάς, ἀλλ' ὡς ἂν πείσωμι τὸν ἀχρόασιν, ἀφ' ὧς οὗτος παρασκευὴς τῶν λόγων ὁρμώμενος, ὁ τὸν ἡμέτερον ἰδιωτισμὸν διαπλύνων, ἔπειτα τῆς ἀληθείας καταβυστάτευται. Τίς ὧν κατὰ τὸν λόγον καὶ ὅσα φθεγγόμενος, ὁ τοῖς παχυδέρμοις τῶν ἀχρόασις ἐνερφῶν τε καὶ ἐμπομπεύων, οἱ τὰς στομφώδεις αὐτοῦ ταύτας ἠρροτομένας καχοσυνηθέως διαπεραίνοντες, ὡς χειραπτοῦντα τῶν πάντων τῇ δυνάμει τῶν λόγων ἀνακηρύσσουσιν, ἀλλ' αὐτὴν εἶναι φησι τὴν οὐσίαν ἀθανασίαν, τὴν δὲ τοῦ Μονογενοῦς οὐσίαν; Τί φης; πρὸς αὐτὸν εἰποῖμι ἂν, ἀθανασίαν, ἢ οὔχι; Ἐπειδὴ καὶ ἐπὶ ταύτης ἡ ἀπλότης οὐδεμία, καθὼς φης, συμφυίας προσίεται. Εἰ μὲν οὖν ἀρνεῖται τὸ ἀθανασίαν εἶναι τοῦ Υἱοῦ τὴν οὐσίαν, ὅλως εἰς ὅ τι βλέπει. Τὸ γὰρ ἀντιδιατελλόμενον τῷ ἀθανάτῳ, οὐ λίαν ἐστὶ λεπτῆς κατανοήσαι φρενός. Ὡς γὰρ τὸ μὴ διαφθαρὸν φθαρεῖν ἡ ἀκολουθία τῆς ἀντιδιαίρεσις; δεικνύει, καὶ τρεπτόν τὸ μὴ δρεπτόν· οὕτω καὶ θνητὸν πάντως, τὸ μὴ ἀθάνατον. Τί οὖν ὁ τῶν καινῶν δογμάτων ἐξηγητής; Τί περὶ γὰρ τοῦ Μονογενοῦς οὐσίας ἡμῖν κυριολογήσει; Πάλιν γὰρ τὴν αὐτὴν προσοίσω τῷ λογογράφῳ ἐρώτησιν. Δώσει καὶ ταύτην ἀθανασίαν εἶναι, ἢ οὐ συνθέσεται. Εἰ μὲν οὖν μὴ δέχοιτο τοῦ Υἱοῦ τὴν οὐσίαν ἀθανασίαν εἶναι, ἀναγκαίως τῷ ἐναντίῳ συνθάσεται, διὰ τῆς τοῦ χρείττοντος ἀφαίρεσως θάνατον αὐτὴν εἶναι κατασκευάζων. Εἰ δὲ φεύγων τὸ ἀτοπον, ἀθανασίαν καὶ τοῦ Μονογενοῦς τὴν οὐσίαν κατανομοῖ, οὐδεμίαν ἐξ ἀνάγκης διὰ τοῦτο κατὰ τὴν οὐσίαν διαφορὰν εἶναι συνθέσεται. Ἡ γὰρ ἐπίσης ἢ τε τοῦ Πατρὸς καὶ Υἱοῦ φύσις ἀθανασία ἐστιν, ἀθανασία δὲ πρὸς ἑαυτὴν οὐδενὶ λόγῳ διαφορὰς διαχρίζεται, ἵνα καὶ παρ' αὐτῶν τῶν ἐχθρῶν ὁμολογεῖται, τὸ μηδένα διαφορὰς λόγον ἐπὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ κατὰ τὴν οὐσίαν εὑρίσασθαι;

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
