# Contra Fatum 83.3

Gregorius Nyssenus, Contra Fatum, 83.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-fatum/83.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-fatum/83.3

Ταῦτα πάντα καὶ τὰ τοιαῦτα σιγῇ ἡξίου, μόνον δέ μοι σαφῶς ἐκκαλύπτειν τῆς εἱμαρμένης τὴν δύναμιν, Θεὸς τίς ἐστιν ὁ τῷ ὀνόματι τῆς εἱμαρμένης νοούμενος, καὶ τοῦ παντὸς ἐξημενὸς τοῦ κράτους, καὶ Β πάντα κατ' ἑξουσίαν τῷ ὑπάρχοντι τῆς δυνάμεως πρὸς τὸ δοκοῦν διοικούμενος · ἢ ἄλλης τινὸς ὑπερκειμένης ἐνεργείας ὑπουργὸν εἶναι τὴν τῆς εἱμαρμένης ὑποτίθεσθαι δύναμιν, ὥστε καὶ αὐτὴν τρόπον τινὰ ὑπὸ ἑτέραν εἱμαρμένην κεῖσθαι, ἡ ὑπερεχούση συνδιασθεμένην αἰτίᾳ. Εἰ μὲν γὰρ αὐτὴ τὰ κατὰ πάντων ἔχειν κράτος πεπιστεύται, τοῦ μηδὲν ὑπερεῖναι: ταύτης ἡ ἀκολουθία τοῦ λόγου δίδωσιν οἶσθαι. Εἰ δὲ τῇ κινήσει τῶν ἀστρῶν ἀκολουθοῦσαν τὴν εἱμαρμένην, κρατεῖν αὐτὴν βιαίᾳ τινὶ ἀνάγκῃ τῶν πάντων διισχυρίζεται, ἀσφαλέστερον ἦν τῷ προηγούμενῳ μᾶλλον ἢ τῷ ἐπομένῳ τὴν παντοδύναμον ταύτην προσμαρτυρεῖν ἑξουσίαν · καὶ τὰ ἄστρα τούτων αἰτία λέγειν, ἢ τὴν ἀπλάνην περιφορὰν, ἢ τοὺς ἐντός ταύτης ἐνθεωρούμενους κύκλους, ἢ τὸν λοξῶς ἐγκεχαγραμμένον τῷ πᾶσι κύκλον. Εἰ γὰρ τις δοῖν καθ' ὑπόθεσιν μὴ κινεῖσθαι ταῦτα, μηδὲ διὰ τῆς αἰδίου κυκλοφορίας, ἢ ἐν ἀλλήλοις ἀπ' ἀλλήλων γίνεσθαι, ἀλλ' ἐπὶ τοῦ αὐτοῦ σχήματος ὡσαύτως ἔχειν δεῖ · οὐκ ἂν ἡ εἱμαρμένη συσταί. Εἰ οὖν ἡ κίνησις τῶν ἀστρῶν τίκτει τὴν εἱμαρμένην, ἄρα μάτην ἐπιχρατεῖν αὐτὴν τῶν ἄλλων νομίζεται, ἡ τῇ ὑπεκείμενῃ αἰτίᾳ δουλεύουσα, καὶ μὴ ἄν οὖσα, εἰ μὴ ἡ κίνησις ἦν. Ἀλλ' οὐ τοῦτο, φησὶν ὁ φιλόσοφος ἐκεῖνος, οὕτως ὁ ἡμέτερος νομίζει λόγος, τὸ εἶναι αὐτὴν ἐφ' ἑαυτὴν τὴν εἱμαρμένην ἐν ὑποστάσει τινὶ θεωρουμένην· ἀλλ' ἐπειδὴ μία τίς ἐστιν ἐν τοῖς οὖσι συμπάθεια, καὶ συνεχὲς ἐστι τὸ πᾶν ἑαυτῷ, καὶ τὰ καθ' ἕκαστον ἐν τῷ παντὶ θεωρούμενα οἷον ἐπὶ σώματος ἐνός ἐν μιᾷ συμπνοίᾳ καταλαμβάνεται, πάντων πρὸς ἄλληλα τῶν μερῶν συννευόντων. Τοῦτο γὰρ ἄρχηγικωτέρας οὖσης τῆς ἄνω λήξεως, τὰ περιγενέα πάντα τῷ προηγούμενῳ συνδιατίθεται · καὶ πρὸς ἐκεῖνο νεῦει κατὰ τὴν ἄνω κίνησιν, καὶ τῶν τῆς πραγμάτων ἐξ ἀνάγκης συγχινουμένων · ἐν διαφόρῳ δὲ · καθὼς εἴρηται, τῇ δυνάμει ἑκάστου τῶν ἄστρων θεωρουμένων. Ὡσπερ ἐπὶ τῆς ἰατρικῆς φαρμακείας, αἱ τῶν εἴδων ποιότητες λόγῳ τινὶ τεχνικῶς συμμιχθείσαι, ἄλλο τι τὸ ἐκ τοῦ κοινοῦ συγχραθέν ἀπεργάσαντο, καὶ οὐχ ὅπερ ἑκάστον ἦν πρὸ τῆς πρὸς ἄλληλα μίξεως· οὕτω καὶ τῶν ἀστρῶν δυνάμεων ἐν διαφόροις ἰδίᾳσι θεωρουμένων, ἡ ποικιλὴ κατὰ τοὺς προσεργισμούς αὐτῶν καὶ τὰς ἀποστάσεις γινόμενη τῶν διαφόρων ἰδιωμάτων συμπλοκή, τὰς ποικιλίας

---

Gregorius Nyssenus Theol., Contra Fatum. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001612.
