# Contra Fatum 84.2

Gregorius Nyssenus, Contra Fatum, 84.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-fatum/84.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-fatum/84.2

Ἐγὼ δὲ τούτων λεγομένων, Οὐ παῦση, πρὸς αὐτὸν εἶπον, φληνάφους ἐμοὶ λόγους καὶ λήρους διεξιὼν, τῆς ἀμαρῆς ἐκείνου μέρους τῆς ἐν ἀχαιρεῖ μετουσίας, τῷ ἀνθρώπῳ ἡμῖν, ὡς φῂς, ἐπιβρεβὲν τῶν πάντων αἰτίων τῶν ἐν ἡμῖν κατασκευαζόν, οὔτε εἰ ἐμψυχὸν τοῦτο καὶ προαιρετικὸν ἐστι λέγων, οὔτε ὅπως καταχρατεῖ τῶν ἐμψυχῶν τὸ ἀψυχὸν τε καὶ ἀνυπόστατον, καὶ μηδεμιᾶν ἐκ φύσεως ἰδίαν ἔχον ὁρμὴν δεῖξαι δυναμένος, ἀλλὰ πάσης βουλῆς καὶ τῆς ἐκ τῶν λογισμῶν προμηθείας, παιδεύσεως τε καὶ ἐκμελείας, καὶ τῶν κατ' ἀρετὴν ἐπιτηδευμάτων, καθάπερ τινὰ τύραννον ἢ δεσπότην, τὸ ἀψυχὸν τε καὶ ἀπροαιρετον, ἀστατὸν τε καὶ παροδικὸν, καὶ ἀμερὲς, καὶ ἀνυπόστατον ἐπιστήσας τῷ λόγῳ; Τῆς ἐκείνου δυνάμεως ἐξάπτεις τὴν τῶν δυντῶν σύστασιν τε καὶ διοίκησιν, καὶ οὐχ ὁρᾷς εἰς οἷας ὁ λόγος ἀτοπίας ἐκφέρεται; Εἰ γὰρ τοσαύτην ἔχει δύναμιν ἐκείνης τῆς ἀπορροῆς ἡ μοῖρα, ὡς κατ' αὐτὴν τοὺς παρὰ τὴν πρώτην πάροδον γεγονότας ἀποτελεῖν· πάντως ὅτι οὐχ ἐπαχολουθητικῶς, ἀλλὰ προηγούμενος τῆς τῶν δυντῶν συστάσεως, ἐξηγήσεται. Οὐκοῦν ἐκείνην προαδεῖ κατὰ τὴν ἰδίαν δύναμιν τὸν τιχτόμενον, καὶ οὐχὶ τῇ τοῦ ἀποκυνηθέντος συντυχίᾳ ὑπηρετήσει. Ἄδηλον γὰρ ἐνταῦθα ποῖον τινὸς ἀρχηγικώτερον, ἀμφοτέρων ἐν τῷ ἀχαιρεῖ κατὰ τὸ ἴσον ἀλλήλοις συμφερομένων. Ὁ τε γὰρ ἄνθρωπος καὶ πρὸ τῆς ἐξόδου τῶν σπλάγ-

---

Gregorius Nyssenus Theol., Contra Fatum. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001612.
