# Contra Fatum 86.2

Gregorius Nyssenus, Contra Fatum, 86.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-fatum/86.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-fatum/86.2

Εἰ οὖν καὶ πάντα καὶ ἀεὶ δύναται ἡ εἱμαρμένη αὐτή, πάντα ἐπὶ πάντων δυνήσεται. Ἄλλὰ μὴν πολλαὶ καὶ ποικίλαι τοῖς ἀνθρώποις τοῦ βίου διαφοραὶ, κατὰ τε τὰς ἀξίας καὶ τὰς περιουσίας, καὶ τὰ τῶν χρόνων μέτρα, καὶ τὰς τῶν σωμάτων χρείας, καὶ πάντα ὅσα δι’ ὧν ἡ μακαριστὸς τις ἢ ἀθλιὸς ὀνομάζεται. Ἄρα τὸ μὴ πάντα δύνασθαι τὴν ἀναπλάσθεισαν ἐκεῖνην τῷ λόγῳ μοῖραν ἢ εἱμαρμένην, ἢ τῶν αποτελεσμάτων ἀνισότης σαφῶς ἐπιδείκνυσιν. Εἰ γὰρ τὸ μακρόβιον δυνάμεως ἔργον νομίζομεν, ἀσθενείας πάντως ἐστὶ τὸ ὀλυχόρορον. Οὐκοῦν, τὴν μὲν ἀσθενεῖν τῶν εἱμαρμένων τὴν δὲ δύνασθαι δογματίζειν προσἧκει. Ἐπειδὴ γὰρ ἐναντίον τῷ πολυχρονίῳ τὸ ὀλιγόδιον, διὰ τῶν ἐναντίων ὑφίσταται πάντως τούτων ἕκτερον. Οὐ γὰρ ἐν τις τῆς αὐτῆς αἰτίας ἑκάτερος μακαρισμὸν τε καὶ ἀθλιότητα, ἀλλ’ εἴπερ τοῦτο κατορθοθεῖ διὰ τοῦ δύνασθαι, τὸ ἕτερον οὐ συνέστη πᾶντως παρὰ τὴν τῆς δυνάμεως ἔλειψιν. Οὐδεὶς γὰρ διὰ τῆς ἀθλιότητος καταλαμβάνεται, ἢ ἐν τῷ μὴ δυνηθῆναι γενέσθαι μακάριον. Ἄλλὰ μὴν πλείους παρὰ τὸν βίον οἱ ἀθλιοί. Οὐκοῦν, πλείων ἢ ἀσθένεια τῆς εἱμαρμένης παρὰ τὴν δύναμιν ἐπιδείκνυται. Πῶς οὖν ἡ ἄμαχος ἐκείνη καὶ παντοδύναμος καὶ ἀπαράβατος ἀνάγκη, ὥστε ἐπ’ ἐκείνη τίθεσθαι πάντων τῶν κατὰ τὸν βίον οἰκονομουμένων τὴν ἐξουσίαν, ἥτις ἀπηλέγχθη διὰ τῆς ἀκολουθίας τοῦ λόγου ἀσθενὴς ἐν τοῖς πλείοσιν; Ἄλλ’ ἔρεις, ὅτι τούτῳ μὲν τοῦτο βούλεται· τῷ δὲ ἑτέρῳ τὸ ἴσον οὐ βούλεται· δύναται καὶ ἐπ’ ἀμφοῖν ὅπερ βούλεται· πάντως οὖν καὶ τὴν αἰτίαν προσθήσεις τῆς τῶν προαιρέσεων τούτων διαφορᾶς. Ἄνθρωπος οὖτος καὶ οὗτος, οὐδεμίαν κατὰ τὴν φύσιν παραλλαγὴν ἐπ’ ἀμφοτέροις βλέπεις, οὔτε τοῦτο δὲ καλόν, ἢ φαῦλον ἐκ προαιρέσεως, οὔτε τὸ ἄλλο, ἀλλ’ οὗτος μικρὸν τι τοῦ χρόνου προλαβὼν, τῆς μητρῶς νηδύος ἐξέθορον, οὕτως κατὰ τὸ συμβεῖν αὐτὴν ἀποσπασαμένης τῆς ἐκστάσεως δὲ μετὰ τοῦτον, ἢ εὐθὺς ἢ μετ’ ὀλίγον. Καὶ μετὰ τοῦτο οὐχ ὁ αὐτὸς ἀμφοτέροις βίος ἀποκληροῦται, ἀλλ’ ὁ μὲν, εὐδαίμων, ἢ βασιλεύς, ἂν οὕτω τύχῃ, χρυσῷ καὶ πορφύρῃ παρὰ τὴν πρώτην γένεσιν ἐνελουμένος· ὁ δὲ, τινὸς τῶν πενιχρῶν ἢ δούλων, οὐδὲ ῥακίος παρὰ τὴν γεννησαμένων αὐτὸν σπαργανοῦμενος. Τί οὖν ἡδίκησεν, ἢ προλαβὼν ἢ ἐρωστερίσας τὸν χρόνον μικρόν, οὐ κατ’ οἰκείαν πρόθεσιν, ἀλλὰ κατὰ τὴν τῆς φύσεως κίνησιν, ὡς αὐτοῦ τούτου ἕνεκεν ἀποκληρωθῆναι τοῦ βίου τὴν ἀτιμίαν; ποίαν τῆς δειπολίας

---

Gregorius Nyssenus Theol., Contra Fatum. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001612.
