# Contra Fatum 92.2

Gregorius Nyssenus, Contra Fatum, 92.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-fatum/92.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-fatum/92.2

C Ἐπὶ πρὸς τούτοις, ὡς ἂν μηδὲ τὸ τοιούτον ἔχοιεν λέγειν, ὅτι κατὰ τὰς ποίας περιχιάσεις τῶν τόπων ἰδιάζουσαι τινες ἀστρῶν κινήσεις καταλαμβάνονται, καὶ διὰ τοῦτο, οἱ μὲν μητρογαμοῦσιν, οἱ δὲ ξενοντονεοῦσι καὶ ἀνθρωποδουροῦσι· τῆς δὲ τῶν ἀστρῶν τῆς θέσεως ἐκείνοις ἰδιαζόντως ἐπιπτιούσης, εἰ καὶ παντάπασιν τῶν ἀπαιδεύτων καὶ τῆς τῶν δυντῶν θεωρίας ἀνεπισχέπτων ὁ τοιούτος λόγος ἐστὶ, τῶν οἰομένων ὅτι κατὰ τὰς ποίας τῆς γῆς περιγραφὰς καὶ ἡ ἀνωθεν αὐτοῖς λήξις ἐπιτυποῦται· οὕτω γὰρ ἂν εὑρεθεῖν τὰ γήϊνα τῶν οὐρανίων ἀρχηγιχωτέρα, καὶ κατὰ ταῦτα νομίζοιτο κάκεινα ἔχειν· ὅμως καὶ τοῦτο προσθήσο μεν πρὸς ἔλεγχον τῆς ἠπατημένης αὐτῶν ὑπολήψεως· Πάντα σχεδὸν τὰ μέρη τῆς γῆς· τὸ τῶν Ἰουδαίων ἐπενεμήθη γένος, ἀνατολικῶι, νότιοι, μεσογείωται, δυτικοί, προσαρκτικοί, πάντα σχεδὸν τὰ ἔθνη μέμιχται πρὸς τὴν τῶν Ἰουδαίων συνοίκησιν. Πῶς τοίνυν οὐδεμία τῶν ἀστρῶν ἀνάγκη ἐπ' οὐδενὸς αὐτῶν ἔσχυσεν τινὶ τῶν ἐκ τοῦ ἔθνους χαρίσασθαι τὸ ἀλήθτον, ἀλλ' ἐν ταῖς μυριοτρόποις τῶν ἀστρῶν ἐπιπλοχαῖς, ὥσπερ ἂν συνενεχθῇ τὸ τυχόνμενον, ἐν τῷ ὁμοίῳ πάντως ἐστὶ, κατὰ τὴν τεταγμένην τῶν ἡμερῶν περιόδον ὑπομένουσας τὴν λύβην τῆς φύσεως; Ὁ δὲ, Ταῦτα μὲν οὕτω, φησίν, ἐξίσταται παρ' ἡμῖν, τινὶ λόγῳ διαφεροῦν τὴν ἐκ τῶν ἀστρῶν ἀνάγκην τὰ νόμοις κεκρατημένα παρὰ πολλοῖς τῶν ἔθνων· ἢ μέντοι πρόβλησις τῶν ἀποδημημένων, οὐχ ἂν μικρὸν εἰς ἀπόδειξιν νομισθείη, τοῦ ἀπαράβατος ἔχειν τὰ μεμοιραμένα ἑκάστῳ. Πῶς γὰρ ὁ δεῖνα, τόνδε τὸν ἀριθμὸν τῶν ἐτῶν βιοτεύσειν, καὶ τοιαῦδε συντυχίας κατὰ τὸν βίον συνενεχθησεται προμαθὼν , οὐ διεφύλαθον, εἰ μὴ τις ἀνάγκη κατὰ τὸ ἀπαράβατον ἐκείνω τε ταῦτα γενέσθαι πάντως ἐπέκλωσε, τῷ τε προαγορεύοντι διὰ τῆς ποίας τῶν κατὰ τὸν ἀριθμὸν ἀστροπλεμένων παρατηρήσεως δῆλον ἐποίησεν; Ἐγὼ δὲ χρεῖτον μὲν ἔφηγ ἐν τοῖς τοιούτοις δοκεῖν ἀγνοεῖν, ἢ γέλως ἀφορμὴν παρασχεῖν τοῖς ἀμαθεστέροις τῶν ἡμετέρων δογμάτων· πλὴν ἀλλὰ μικρὰ φροντί-

---

Gregorius Nyssenus Theol., Contra Fatum. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001612.
