# De Anima [Sp.] 103.1.1-21

Gregorius Nyssenus, De Anima [Sp.], 103.1.1 to 103.1.21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/de-anima-sp/103.1.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/de-anima-sp/103.1.1

ἀπολειπόμενον αἷμα, ὅσον ἂν εἴη, ψυχὴ ἐστίν, εἴπερ ψυχὴ τὸ αἷμα. Ἐκεῖνο οὖν μᾶλλον λεκτέον, ὅτι εἰ τοῦτό ἐστι ψυχὴ, ὃ ἐξαιρουμένου θνήσκει τὸ ζῷον· πάντως καὶ τὸ φλέγμα ψυχὴ ἐστίν, καὶ αἱ χολαὶ ἀμφοτέραι· ὁποῖον γὰρ τούτων ἂν λείπη, τέλος ἐπάγει τῷ ζῷῳ· ἔτι δὲ καὶ τὸ ἥπαρ καὶ ὁ ἐγκέφαλος, καὶ ἡ καρδία, καὶ ὁ στόμαχος, καὶ οἱ νεφροί, καὶ τὰ ἔντερα, καὶ ἄλλα πολλά. Τίς γὰρ τούτων ἐξαιρεθέντος, οὐ τεθνάσεται τὸ ζῷον; Ἄλλως τε πολλά ἐστιν, ἄναιμα μὲν, ἐμψυχα δέ, ὡς τὰ σμύραινα καὶ μαλάκια, οἷον σπηλας καὶ τευθίδες, καὶ σμύλοι, καὶ πάντα τὰ ὀστρακόδερμα, καὶ ἀπαλόστρακα, ὡς οἱ κάραβοι, καὶ οἱ καρκίνοι καὶ ἀστακοί. Εἰ τοίνυν ἐστὶν ἐμψυχα μὲν, ἄναιμα δέ, δῆλον ὡς οὐκ ἐστὶν αἷμα ἡ ψυχή. Πρὸς δὲ τοὺς λέγοντας ὕδωρ εἶναι τὴν ψυχὴν, ὅτι τὸ ὕδωρ φαίνεται ζωογοοῦν πάντα, καὶ χωρὶς ὕδατος βιοτεῦσαι ἀδύνατον, ποτὲ πολλά τὰ ἀντιπείποντα. Οὐδὲ γὰρ τροφῆς χωρὶς οὐδὲ τε ζῆν· ψυχὴν ἄρα, καὶ τὰς τροφὰς πάσας καθ’ ἑκάστην ῥητέον κατ’ αὐτάς· ἔπειτα πολλὰ τῶν ζῴων ἐστὶ μὴ πίνοντα, ὡς ἐπὶ τινων ἀετῶν ἱστόρηται· καὶ περδὶς δὲ δύναται ζῆν χωρὶς τοῦ πίνειν. Διὰ τί δὲ μᾶλλον τὸ ὕδωρ καὶ οὐχ ὁ ἀήρ; Ὑδατος μὲν γὰρ καὶ ἐπὶ πολὺ δυνατὸν ἀπέχεσθαι· τοῦ δὲ ἀναπνεῖν τὸν ἀέρα, οὐδὲ τὸ βραχύτατον· ἀλλ’ οὐδὲ ὁ ἀήρ ψυχή. Πολλὰ γὰρ ἐστι ζῶντα μὲν, μὴ ἀναπνέοντα δὲ τὸν ἀέρα, ὡς τὰ ἔντομα πάντα, οἷον μέλισσαι, καὶ σφήκες, καὶ μύρμηκες, καὶ τὰ ἄναιμα, καὶ τῶν θαλαττίων τὰ πολλά, καὶ πάντα δσα οὐκ ἔχει πνεύμονα. Οὐδὲν γὰρ μὴ ἔχον πνεύμονα ἀναπνεῖ τὸν ἀέρα· καὶ ἀντιστρέφει, οὐδὲν μὴ ἀναπνέον τὸν ἀέρα, πνεύμονα ἔχει. Ἐπεὶ καὶ Κλεάνθους τοῦ Στωικοῦ, καὶ Χρυσίππου φέρονται λόγοι τινὲς οὐκ εὐκαταφρόνητοι, ἐκρητέον καὶ τούτων τὰς λύσεις, ὡς ἀπέλυσαν οἱ ἀπὸ Πλάτωνος.

---

Gregorius Nyssenus Theol., De Anima [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001615.
