# De Anima [Sp.] 104.1

Gregorius Nyssenus, De Anima [Sp.], 104.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/de-anima-sp/104.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/de-anima-sp/104.1

σῶμα τῇ ψυχῇ. Αἰσχυνομένης γὰρ ἐρυθρὸν γίνεται, καὶ φοβουμένης ὠχρὸν· σῶμα δρα ἡ ψυχή. Ἔστι δὲ τὸ ἕτερον τῶν λημμάτων ψεῦδος, κατὰ πρόσληψιν συγκεῖμενον, τὸ λέγον, Οὐδὲν ἀσώματον σώματι συμπάσχει. Τί γὰρ εἰ μόνῃ τῇ ψυχῇ τοῦτο προσέστιν; Ὅσπερ εἰ τις λέγοι, Οὐδὲν ζῶον τὴν ἄνω γένυν κινεῖ· ὁ δὲ κροκοδείλος τὴν ἄνω γένυν κινεῖ. Ἵσοῦ γὰρ ὁ κροκοδείλος καὶ ζῶον, καὶ τὴν ἄνω γένυν κινεῖ· τὸν αὐτὸν δὲ τρόπον καὶ ὅταν λέγῃ μηδὲν ἀσώματον ἀσώματισι συμπάσχειν· προσλαμβάνει γὰρ τὸ ζητούμενον τῇ ἀποφάσει· εἰ δὲ τις ὑπόθοιτο ἀληθὲς εἶναι τὸ μηδὲν ἀσώματον σώματι συμπάσχειν· ἀλλὰ τὰ ἐπαγόμενα οὐκ ἔστιν ὁμολογούμενα, ὅτι συμπάσχει ἡ ψυχὴ νοσοῦντος καὶ τεμνομένου τῷ σώματι. Ἀμφιβάλλεται γὰρ εἰτε τὸ σῶμα μόνον ἐστὶ τὸ ἀλγοῦν, λαβὸν παρὰ τῆς ψυχῆς τὴν αἴσθησιν, αὐτὴ δὲ μένει ἀπαθής· εἰτε δὴ συναλγεῖ τῷ σώματι. Καὶ κρατεῖ μᾶλλον παρὰ τοῖς ἐνδοξοτέροις τὸ πρότερον· οὐδὲς δὲ ἐκ τῶν ἀμφιβαλλομένων συνάγει τοὺς συλλογισμούς, ἀλλ᾽ ἐκ τῶν ὁμολογουμένων· ἐκ περιουσίας δὲ δείκνυται καὶ τινὰ ἀσώματα συμπάσχοντα τοῖς σώμασιν. Αἱ ποιότητες γοῦν ἀσώματοι ὁσαὶ πασχόντων τῶν σωμάτων καὶ αὐταὶ συμπάσχουσιν, ἐν τε τῇ φθορᾷ καὶ τῇ γενέσει συναλλοιοῦμεναι τῷ σώματι. Χρύσιππος δὲ φησιν, ὅτι ὁ θάνατός ἐστι χωρισμὸς ψυχῆς ἀπὸ σώματος· οὐδὲν δὲ ἀσώματον ἀπὸ σώματος χωρίζεται. Οὐδὲ γὰρ ἐφάπτεται σώματος ἀσώματον· ἢ δὲ ψυχὴ καὶ ἐφάπτεται καὶ χωρίζεται τοῦ σώματος· οὐκ ἄρα ἀσώματος ἡ ψυχή. Τοῦτον τὸ μὲν τὸν θάνατον χωρισμὸν εἶναι ψυχῆς ἀπὸ σώματος, ἀληθὲς ἐστίν· τὸ δὲ μὴ ἐφάπτεσθαι ἀσώματος σώματος, ψεῦδες μὲν ἐστὶ καθόλου λεγόμενον· ἐπὶ δὲ τῆς ψυχῆς ἀληθές· ψεῦδος μὲν, ἐπειδὴ καὶ ἡ γραμμὴ ἀσώματος οὖσα, ἐφάπτεται σώματος καὶ χωρίζεται, ὁμοίως καὶ ἡ λευκότης· ἐπὶ δὲ τῆς ψυχῆς ἀληθές. Οὐ γὰρ ἐφάπτεται τοῦ σώματος ἡ ψυχή. Εἰ γὰρ ἐφάπτεται, δηλονότι παρακείται αὐτῷ· εἰ δὲ τοῦτο, οὐχ ὅλη παρακείται. Ἀδύνατον γὰρ σῶμα σώματι ὅλον ὅλῳ παρακείσθαι· καὶ οὕτως οὐκ ἔσται ὅλον ἐμφυχὸν τὸ ζῷον. Ὅστε εἰ μὲν ἐφάπτεται, σῶμα μὲν ἔσται ἡ ψυχή· ὅλον δὲ οὐκ ἔσται ἐμφυχὸν τὸ ζῷον. Εἰ δὲ ὅλον ἐστὶν ἐμφυχὸν, οὔτε ἐφάπτεται, οὔτε σῶμά ἐστιν ἡ ψυχή· τὸ δὲ ζῷον ὅλον ἐμφυχὸν ἐστιν· οὔτε ἄρα ἐφάπτεται, οὔτε σῶμά ἐστι, καὶ χωρίζεται ἀσώματος οὖσα. Ὅτι μὲν οὖν οὐκ ἐστὶν ἡ ψυχή σῶμα, δηλοῦν ἐκ τῶν εἰρημένων· ὅτι δὲ οὐδὲ ἀνοῦσιος, ἐξῆς ῥητέον.

---

Gregorius Nyssenus Theol., De Anima [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001615.
