# De Anima [Sp.] 108.2

Gregorius Nyssenus, De Anima [Sp.], 108.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/de-anima-sp/108.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/de-anima-sp/108.2

C "Ἐπειδὰ φησιν ἐντελέχειαν οὖσαν τὴν ψυχὴν, ἀκίνητον εἶναι καθ’ αὑτήν, κινεῖσθαι δὲ κατὰ τὸ συμβεβηκός· οὐδὲν δὲ ἀπεικὸς ἀκίνητον οὖσαν κινεῖν ἡμᾶς. Καὶ γὰρ τὸ κάλλος ἀκίνητον ὄν κινεῖ ἡμᾶς. Ἄλλ’ εἰ καὶ τοῦτο ἀκίνητον ἦν κινεῖ, ἀλλὰ τὸ ψῦν ἔχον κινεῖσθαι κινεῖ, καὶ οὐχὶ καὶ τὸ ἀκίνητον. Εἰ τοίνυν καὶ τὸ σῶμα καθ’ ἑαυτὸ κίνησιν εἶχεν, οὐδὲν ἂν αὐτῷ ἄτοπον αὐτὸ κινεῖσθαι ὑπὸ ἀκινήτου. Νῦν δὲ ἀδύνατον τὸ ἀκίνητον ὑπὸ ἀκινήτου κινεῖσθαι. Πόθεν οὖν τῷ σώματι τὸ κινεῖσθαι, εἰ μὴ ἀπὸ τῆς ψυχῆς; Οὐ γὰρ αὐτοκίνητόν ἐστι τὸ σῶμα· πρώτην οὖν γένεσιν κινήσεως βουλόμενος δεῖξαι, οὐ πρώτην, ἀλλὰ δευτέραν ἔδειξεν. Εἰ μὲν γὰρ μὴ κινούμενον ἐκίνει, πρώτην ἐποίησεν κίνησιν. Εἰ δὲ τὸ κινούμενον ἀφ’ ἑαυτοῦ καὶ ἄλλως κινεῖ, δευτέρας κινήσεως γένεσιν ἐξηγγείται. Πόθεν οὖν τὸ κινεῖσθαι, εἰ μὴ ἀπὸ ψυχῆς; Οὐ γὰρ αὐτοκίνητόν ἐστι τὸ σῶμα. Πόθεν οὖν πρώτη γένεσις τῆς κινήσεως τῷ σώματι; Τὸ γὰρ λέγειν ἀφ’ ἑαυτῶν κινεῖσθαι τὰ στοιχεῖα, τὰ μὲν κούφα ὄντα φύσει, τὰ δὲ βαρέα, ψευδὲς ἐστιν. Εἰ γὰρ ἡ κουφότης καὶ βαρύτης κινήσεις ἐστιν, ἀφ’ ἑαυτῶν δὲ κινεῖται, οὐδέποτε συνθέσεται τὰ κούφα καὶ βαρέα· ἴσταται δὲ τὸν οἰκεῖον καταλαβόντα τόπον. Οὐκ ἄρα βαρύτης καὶ κουφότης αἰτία πρώτης κινήσεως, ἀλλὰ ποιότητες τῶν στοιχείων. Ἐὰν δὲ καὶ τοῦτο δοθῇ, πῶς τις λογικεῖσθαι καὶ δοξάζειν καὶ κρίνειν δύναται, κουφότητος καὶ βαρύτητος ἔργα εἶναι; Εἰ δὲ μὴ τούτων, οὐδὲ τῶν στοιχείων. Εἰ δὲ μὴ τῶν στοιχείων, οὐδὲ τῶν σωμάτων· ἐπεὶ εἰ κατὰ συμβεβηκὸς ἡ ψυχὴ κινεῖται, τὸ δὲ σῶμα δὲ ἑαυτοῦ, καὶ μὴ οὖσης τῆς ψυχῆς ἐξ ἑαυτοῦ τὸ σῶμα κινηθήσεται. Εἰ δὲ τοῦτο, καὶ ζῶον ἔσται χωρὶς τῆς ψυχῆς· ἄτοπα δὲ ταῦτα· ἄτοπον

---

Gregorius Nyssenus Theol., De Anima [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001615.
