# De Anima [Sp.] 109.1

Gregorius Nyssenus, De Anima [Sp.], 109.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/de-anima-sp/109.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/de-anima-sp/109.1

A Ἄρα καὶ τὸ ἐξ ἀρχῆς· ἀλλ' οὐδὲ τὸ λέγειν ὅτι πᾶν τὸ φύσει κινούμενον καὶ βίᾳ κινεῖται· καὶ πᾶν τὸ βίᾳ κινούμενον καὶ φύσει κινεῖται, ἀληθὲς ἐστιν. 'Ο γὰρ κόσμος φύσει κινούμενος, βίᾳ οὐ κινεῖται· τοῦτο καὶ κατὰ φύσιν ἡρεμεῖ. Καὶ γὰρ ὁ κόσμος καὶ ὁ ἥλιος καὶ ἡ σελήνη κατὰ φύσιν κινούμενα, κατὰ φύσιν ἡρεμεῖν οὐ δύνανται· τὸν αὐτὸν τρόπον ἡ ψυχὴ, κατὰ φύσιν ἀκίνητος οὖσα, κατὰ φύσιν ἡρεμεῖν οὐ δύναται. 'Η γὰρ ἡρεμία θοραὰ τῆς ψυχῆς ἐστι, καὶ παντὸς ἀκινήτου. Πρὸς τούτοις φύσει καὶ τὸ ἀπορούμενον ἐξ ἀρχῆς, ἤλυτον μένει, πᾶσιν τὸ σῶμα φύσιν συνέχειται, πεφυκὸς καὶ διασχεδάννυσθαι. Ἀρκεῖ δὲ ταῦτα ἐκ πολλῶν ἀποδεικνύναι τὴν ψυχὴν, μήτε ἐντελέχειαν οὖσαν, μήτε ἀκίνητον, μήτε ἐν σώματι γενομένην. Πυθαγόρας δὲ συμβολικοῖς εἰκάζειν ἀεὶ καὶ τὸν θεὸν καὶ τὰ πάντα τοῖς ἀριθμοῖς εἰωθὼς, ὡρισάτο καὶ τὴν ψυχὴν, ἀριθμὸν ἑαυτὸν κινούμενον· ψυχὴν καὶ Ξενοκράτης ἠκολούθησεν, οὐχ ὅτι ἀριθμὸς ἐστὶν ἡ ψυχή, ἀλλ' ὅτι ἐν τοῖς ἀριθμητοῖς ἐστι καὶ ἐν τοῖς πεπληθυμένοις, καὶ ὅτι ἡ ψυχὴ ἐστὶν ἡ διακρίνουσα τὰ πράγματα, τῇ μορφᾷ καὶ τόπους ἑκάστοις ἐπιβαλεῖν. Αὕτη γὰρ ἐστὶν ἡ τὰ εἴδη ἀπὸ τῶν εἰδῶν χωρίζουσα, καὶ διὰφορα αὐτὰ ἀποφαίνουσα, τῇ τε ἐτερότητι τῶν εἰδῶν, καὶ τῇ πλήθει τοῦ ἀριθμοῦ, καὶ διὰ τοῦτο ἀριθμητὰ ποιούσα τὰ πράγματα. 'Οθεν οὐ παντάπασι ἀπηλλάκται τῆς κατὰ τοὺς ἀριθμοὺς κοινωνίας· τὸ δὲ αὐτοκίνητον καὶ αὐτὸς αὐτῇ προσεμαρτύρησεν· ὅτι δὲ ἀριθμὸς οὐκ ἐστὶ, ὅλως ἐντεῦθεν 'Ο ἀριθμὸς ποσόν ἐστιν, ἡ ψυχὴ δὲ οὐ ποσόν, ἀλλ' οὐσία· οὐκ ἄρα ἀριθμὸς ἡ ψυχή· εἰ καὶ τὰ μάλιστα καὶ τὸν ἀριθμὸν ἐν τοῖς νοητοῖς, οὐσίαν εἶναι βούλονται, ὡς ἐν τοῖς ἐξῆς ἐροῦμεν. 'Εστὶ ἡ ψυχὴ συνεχὴς ἐστιν, ὁ δὲ ἀριθμὸς οὐ συνεχὴς· οὐκ ἄρα ἀριθμὸς ἡ ψυχή. 'Εστὶ ὁ ἀριθμὸς κατὰ προσθήκην αὐξάνεται, ἡ δὲ ψυχὴ κατὰ προσθήκην οὐκ αὐξάνεται· ἔστι ὁ ἀριθμὸς ἀρτίος· ἔστιν ἡ περιττός, ἡ δὲ ψυχὴ οὔτε ἀρτίος, οὔτε περιττή· οὐκ ἄρα ἀριθμὸς ἡ ψυχή. 'Εστὶ ἡ ψυχὴ αὐτοκίνητός ἐστιν, ὁ δὲ ἀριθμὸς ὁ ὡρισμένος ἀκίνητος. 'Εστὶ ὁ μὲν ἀριθμὸς μένων εἰς καὶ ὁ αὐτὸς τὴν φύσιν, οὐδεμίαν ποιότητα τὴν ἐν ἀριθμοῖς γινομένην ἐξαλλάσσεται· ἡ ψυχὴ δὲ μία τις οὖσα κατὰ τὴν οὐσίαν, ὑπαλλάττει τὰς ποιότητας, ἐξ ἀμαθίας εἰς ἐπιστήμην καταπίπτουσα, καὶ ἐκ κακίας εἰς ἀρετὴν· οὐκ ἄρα ἀριθμὸς ἡ ψυχή.

---

Gregorius Nyssenus Theol., De Anima [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001615.
