# De Anima [Sp.] 111.2

Gregorius Nyssenus, De Anima [Sp.], 111.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/de-anima-sp/111.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/de-anima-sp/111.2

BἜξης ἐπισκοψώμεθα καὶ τὴν δόξαν τῶν Μανιχαίων, ἣν ἔχουσι περὶ τῆς ψυχῆς. Φασὶ μὲν γὰρ αὐτὴν ἀσώματον καὶ ἀθάνατον· μίαν δὲ μόνην εἶναι τὴν τῶν ἀπάντων ψυχήν, κατακερματισομένην καὶ κατατετμημένην εἰς τὰ καθ' ἕκαστον σώματα, ἐμψυχὰ τε καὶ ἄψυχα· καὶ τὰ μὲν πλείους αὐτῆς μετέχειν, τὰ δὲ ἐλάττους· πλείονος μὲν τὰ ἐμψυχὰ, ἐλάττους δὲ τὰ ἄψυχα, πολλῷ δὲ πλείονος τὰ οὐράνια· ὡς τῆς καθόλου ψυχῆς μέρη τὰς καθ' ἕκαστον εἶναι ψυχάς· καὶ εἰ μὲν ἀμερίστως μεριζομένας ταύτην ἔφασαν, ὡς τὴν φωνὴν ἐν τοῖς ἀκούουσι, μέτριον ἂν ἦν τὸ κακόν· νῦν δὲ τὴν οὐσίαν αὐτὴν τῆς ψυχῆς καταμερίζεσθαι λέγουσι, καὶ τὸ πάντων χαλεπώτατον, ὅτι κυρίως αὐτὴν ἐν στοιχείοις εἶναι βούλονται, καὶ συμμερίζεσθαι· τούτοις ἐν τῇ τῶν σωμάτων γενέσει, καὶ πάλιν εἰς ταῦτόν συνέιναι διαλυομένων τῶν σωμάτων, ὡς ὕδωρ μεριζόμενον, καὶ πάλιν συνάγεσθαι καὶ μιγνύμενον. Καὶ τὰς μὲν καθαρὰς ψυχὰς χωρεῖν εἰς τὸ φῶς, φῶς οὖσας· τὰς δὲ μεμιλυσμένας ὑπὸ τῆς ὕλης, χωρεῖν εἰς τὰ στοιχεῖα· καὶ πάλιν ἀπὸ τῶν στοιχείων, εἰς τὰ φυτὰ καὶ τὰ ζῷα· καὶ οὕτω τὴν οὐσίαν αὐτῆς κατατέμνοντες, καὶ σωματικὴν κατατιθέντες, καὶ πάθεσιν ὑποβάλλοντας, ἀθάνατον εἶναι φασί· περιπίπτουσι δὲ τοῖς ἐναντίοις· φάσκοντες γὰρ ἀνατρέχειν τὰς μεμιλυσμένας ψυχὰς ἐπὶ τὰ στοιχεῖα, καὶ καταμιγνύσθαι· ἀλλήλοις, πάλιν αὐτὰς ἐν ταῖς μετενσωματώσεσι φασὶ τιμωρεῖσθαι, κατὰ τὸ μέγεθος τῶν ἁμαρτημάτων, ἐνοῦντας αὐτάς, καὶ πάλιν χωρίζοντας, καθ' ὑπόστασιν. Καὶ γὰρ τὰς σκιὰς φωτὸς μένοντος χωρίζεσθαι, συναφείας δὲ γενομένης ἐνοῦσθαι, ὅπερ ἀδύνατον ἐπὶ νοητῆς φύσεως γενέσθαι. Καὶ γὰρ αἱ σκιαὶ τῶν ἀγαθῶν εἰσιν· εἰ καὶ δοθὲ τις αὐτὰς χωρίζεσθαι, καὶ πάλιν ἐνοῦσθαι. Πλάτων δὲ καὶ μίαν εἶναι καὶ πολλάς ψυχὰς ἀποφαίνεται. Μίαν μὲν γὰρ εἶναι τοῦ παντὸς τὴν ψυχήν· εἶναι δὲ καὶ ἄλλας τῶν κατὰ μέρος, ὡς ἰδίᾳ μὲν τὸ πᾶν ἐμψυχούσθαι ὑπὸ τῆς τοῦ παντὸς ψυχῆς· ἰδίᾳ δὲ πάλιν τὰ κατὰ μέρος, ὑπὸ τῆς ἰδίας ἑκάστου ψυχῆς. Λέγει γοῦν τὴν μὲν τοῦ παντὸς διατετάσθαι ψυχὴν ἀπὸ τοῦ κέντρου τῆς γῆς ἐπὶ τὰ πέρατα τοῦ οὐρανοῦ, οὐ τοπικὴν αὐτὴν διατέτασθαι φάσκων, ἀλλὰ νοητῶς. Ταύτην δὲ τὴν ψυχὴν εἶναι τὴν περιάγουσαν σφαιροειδῶς τὸ πᾶν καὶ συνάγουσαν καὶ συμφέγουσαν τὰ σωματοειδῆ τοῦ κόσμου, διέναι τε τὰ σώματα τοῦ σύμπαντος, ἐν τοῖς προλαβούσιν ἐδεῖξο. Ποιεῖ δὲ τοῦτο τὴν εἰδοποιὸν ψυχήν. Ζῇν γὰρ ἕκαστον τῶν ὄντων τὴν ἰδίαν ζωήν, καὶ φθεῖρεσθαι τὴν ἰδίαν φθοράν. Ἐως μὲν γὰρ συνέχεται

---

Gregorius Nyssenus Theol., De Anima [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001615.
