# De Anima [Sp.] 113.1

Gregorius Nyssenus, De Anima [Sp.], 113.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/de-anima-sp/113.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/de-anima-sp/113.1

βρέψεν ἡ ἄλογος μόνη κίνησις πρόσεται, ἀλλὰ ψυχὴν λογικὴν φαμεν ἔχειν αὐτά· ἐπειδήπερ αὐξανόμενα καὶ τὴν λογικὴν ἀναδείκνυσι ἐνέργειαν. Τὸ δὲ ἄλογον κατ’ οὐδεμίαν ἔχειν ἐμφανὶν τὸν λογικόν, περιττῶς ἂν ἔχῃ λογικὴν ψυχὴν, ἀχρήστου παντελῶς μελλούσης ἔσεσθαι τῆς λογικῆς δυνάμεως· καὶ γὰρ οὐδὲν περιττὸν παρὰ τοῦ Θεοῦ γεγενῆσθαι συμφώνως πᾶσι συνυμολογείται. Εἰ δὲ τοῦτο, περιττῶς ἂν ἡ λογικὴ ψυχὴ τοῖς κτήνεσι καὶ τοῖς θηρίοις ἐγκατεδάλτο, μηδέποτε δυναμένη τὸ ἑαυτῆς ἔργον ἐπιδείξασθαι· καὶ ἂν ἂν ἔγκλημα τοῦ δόντος ἀνάρμοστον ψυχὴν τῷ σώματι. Οὐτὲ γὰρ τεχνίτου τὸ ἔργον, οὔτε τάξιν ἢ ἀρμονίαν εἰδότος. Εἰ δὲ τις λέγει κινεῖσθαι μὲν κατὰ διάθεσιν λογικὴν τὰ ζῷα, τὴν δὸ διάστασιν αὐτῶν ἀνεπίδεκτον εἶναι τεχνικῆς πράξεως, πιστούμενος τὸν λόγον ἀπὸ τῶν ἀνθρώπων· περιαρθηθέντων γὰρ μόνον τῶν δακτύλων ἀπὸ τῶν χειρῶν, τὰς πλείστας τέχνας παρακλύσεσθαι· οὐ λύει τὸ ζητούμενον. Μένει γὰρ ἐπὶ τὸ αὐτὸ ἄτοπον, ὡς τοῦ Θεοῦ μὴ πρόσφορον ψυχὴν ἐναρμόσαντος τῷ σώματι, ἀλλὰ περιττὴν καὶ ἀνένεργητον, ἐμποδιζομένην διὰ πάσης τῆς ἡλικίας αὐτῶν, εἰς τὰς οἰκείας ἐνεργείας, πρὸς τὸ καὶ τὸν λόγον αὐτῆς κατασκευάζειν· ἐς ἀδήλων καὶ οὐχ ὁμολογουμένων. Πόθεν γὰρ ἐπὶ κατὰ διάθεσιν λογικὴν κινεῖται τὰ ζῷα; Βέλτιον γὰρ πρόσφορον ἡγεῖσθαι ἑκάστῳ σώματι ψυχὴν ἐνηρμόσθαι, καὶ μηδὲν ἔχειν πλεῖον κατὰ διάθεσιν τὰ ζῷα τῆς ἐκφανομένης τοῖς ἔργοις αὐτῶν φυσικῆς ἀπλότητος. Ἕκαστον γὰρ εἶδος τῶν ἀλόγων κατ’ οἰκείαν ὁρμὴν κινεῖται, πρὸς ἣν γέγονεν ἐξ ἀρχῆς, χρεῖαν τε καὶ ἐνέργειαν, καὶ πρὸς ταῦτα καὶ τὴν διάθεσιν ἐπιτηδεῖαν ἔχον. Οὐ μὴν ἀδοθήκτα παντάπασιν αὐτὰ καταλιλοιπεν ὁ Δημιουργός· ἀλλ’ ἑκάστῳ φυσικὴν, οὐ λογικὴν ἐνέδωκε σύνεσιν· τισὶ δὲ καὶ πανουργίαν ἐνέθηκεν, ὡσπερ τέχνης εἰκόνα καὶ σκιὰν διὰ τούτων ἐνεχεν, ὑπὲρ τοῦ καὶ τὰς ἐνεστῶσας ἐπιβολὰς ἐκκλίνειν, καὶ τὰς μελλούσας προφυλάττεσθαι· καὶ ἐπὶ τῷ συνάφει τὴν κτίσιν πᾶσαν ἑαυτῇ, ὡς ἤδη εἴρηται. Ὅτι δὲ οὐ λογικῶς ταῦτα ποιεῖ, δῆλον ἐκ τοῦ κατ’ εἶδος ἕκαστον ζῶον ὁμοίως τὰ αὐτὰ ποιεῖν, καὶ μὴ διαλλάττειν αὐτῶν ἐν τῷ πλήθει τὰς τῆς ψυχῆς ἐνεργείας· εἰ μὴ κατὰ τὸ μᾶλλον καὶ ἧττον· ἀλλὰ κατὰ μίαν ὁρμὴν ὅλον τὸ εἶδος κινεῖσθαι. Πᾶς γὰρ λαγὼς ὁμοίως ἐνδύεται, καὶ πᾶς λύκος ὁμοίως πανουργεῖ, καὶ πᾶς πίθηκος ὁμοίως μιμεῖται. Ὅπερ οὐχ ἐστὶν ἐπ’ ἀνθρώπων. Μυρίαι γὰρ ὁδοὶ τῶν ἀνθρωπίνων πράξεων. Ἐλεύθερον γὰρ τι καὶ αὐτεξούσιον τὸ λογικόν, ὅθεν οὐχ ἕν καὶ ταὐτὸ πᾶσιν ἔργον ἀνθρώποις, ὡς ἑκάστῳ εἴδει τῶν ἀλόγων ζῴων. Φύσει γὰρ μόνη ταῦτα κινεῖται· τὰ δὲ φύσει ὁμοίως παρὰ πᾶσιν ἐστιν· αἱ δὲ λογικαὶ πράξεις ἄλλαι παρ’ ἄλλοις, οὐχ ἅς ἀνάγκης αἱ αὐταὶ παρὰ πᾶσιν. Εἰ δὲ λέγοιεν ἐπὶ τιμωρίαν τὴν ψυχὴν τῶν προημαρτημένων ἐν τῷ ἀνθρωπίνῳ βίῳ εἰς τοιαῦτα σώματα καταπέμπεσθαι, ἐκ τῶν ὑστερῶν ποιοῦνται τὴν ἀπόδειξιν. Διὰ τί γὰρ εἰς τὰ πρῶτα γενομένα σώματα τῶν ζῴων ἀνέληψαν λογικὰς ψυχάς; Οὐ γὰρ δῆπου ὡς ἐν σώμασιν ἀνθρωπίνοις ἀμαρτῆσαι, πρὶν καὶ εἰς σῶμα γενέσθαι ἀνθρώπινον.

---

Gregorius Nyssenus Theol., De Anima [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001615.
