# De Anima [Sp.] 116.1.1-15

Gregorius Nyssenus, De Anima [Sp.], 116.1.1 to 116.1.15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/de-anima-sp/116.1.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/de-anima-sp/116.1.1

χωρίζει, καὶ καθ' αὑτὴν γίνεται, ἵνα οὕτως ἐπιβάλλῃ τοῖς οὕσιν· ἀσώματος γὰρ οὖσα διόλου κεχώρηκεν, ὡς τὰ συνεφάρμενα· μένουσα διὰφορος καὶ ἀσύγχυτος, καὶ καθ' ἑαυτὴν ἐνδιατάττουσα, καὶ ἐν οἷς ἂν γένηται τρέπουσα ἐκεῖνα κατὰ τὴν ἐν αὐτῇ ζωὴν, καὶ μὴ τρεπομένη ὑπ' ἐκείνων. Ὡς γὰρ ὁ ἥλιος τῇ ἰδίᾳ παρουσίᾳ αὐτοῦ τὸν ἀέρα εἰς φῶς μεταβάλλει, ποιῶν αὐτὸν φωτεινὸν, καὶ ἀνοοῦσι τῷ ἀέρι τὸ φῶς, ἀσύγχυτος δμᾶ αὐτῷ κεχυμένη· τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ ἐνοούμενῃ τῷ σώματι μένει ἀσύγχυτος, κατὰ τοῦτο μόνον διαλλάττουσα, ὅτι ὁ μὲν ἥλιος σῶμα ὢν, καὶ τόπῳ περιγραφόμενος, οὐκ ἔστι πανταχοῦ ἔνθα καὶ τὸ φῶς αὐτοῦ, ὡς οὐδὲ τὸ πῦρ· μένει γὰρ αὐτὸ ἐν τοῖς ἡλίοις, ἢ ἐν θρυαλλίδι δεδεμένον, ὡς ἐν τόπῳ· ἡ δὲ ψυχὴ ἀσώματος οὖσα, καὶ μὴ περιγραφομένη τόπῳ, ἀλλ' δι' ὅλου χωρεῖ, καὶ τοῦ φωτὸς αὐτῆς καὶ τοῦ σώματος· καὶ οὐκ ἔστι μέρος φωτισμένον ὑπ' αὐτῆς, ἐν ᾧ μὴ ἅλη πᾶρεστιν· οὐ γὰρ χράεται ὑπὸ τοῦ σώματος, ἀλλ' αὐτὴ κρατεῖ τὸ σῶμα· οὐδὲ ἐν τῷ σώματί ἐστιν, ὡς ἐν ἀγγείῳ ἢ ἀκμῇ, ἀλλὰ μᾶλλον τὸ σῶμα ἐν ταύτῃ. Μὴ χωλούμενα γὰρ ὑπὸ τῶν σωματικῶν τὰ νοητά, ἀλλὰ διὰ παντὸς σώματος χωροῦντα καὶ διαφοιτῶντα, καὶ διεξιόντα, οὐχ αἴα τὲ ἐστιν ὑπὸ τῶν σωματικῶν κατεχεσθαι· νοητὰ γὰρ ὄντα ἐν τοῖς νοητοῖς καὶ νοητοῖς εἰσίν. Ἡ γὰρ ἐν αὐτοῖς, ἢ ἐν τοῖς ὑπερκειμένοις νοητοῖς· ὡς ψυχὴ ποτὲ μὲν ἐν ἑαυτῇ ἐστιν, ὡς ἂτε λογίζεται, ποτὲ δὲ ἐν τῷ νῷ, ἔταν νοῇ. Ἐπὰν οὖν ἐν σώματι λέγεται εἶναι, οὐχ ὡς ἐν τόπῳ τῷ σώματι λέγεται εἶναι, ἀλλ' ὡς ἐν σχέσει, καὶ τῇ πρὸς τι ῥοπῇ καὶ διαθέσει δεδεσθαι φαμεν ὑπὸ τοῦ σώματος τὴν ψυχὴν, ὡς λέγομεν ὑπὸ τῆς ἐρωμένης δεδεσθαι τὸν ἐραστὴν, οὐ σωματικῶς, οὐδὲ τοπικῶς, ἀλλὰ κατὰ σχέσιν.

---

Gregorius Nyssenus Theol., De Anima [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001615.
