# De Pythonissa Ad Theodosium Episcopum 62.2

Gregorius Nyssenus, De Pythonissa Ad Theodosium Episcopum, 62.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/de-pythonissa-ad-theodosium-episcopum/62.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/de-pythonissa-ad-theodosium-episcopum/62.2

Τί οὖν ἐστιν ὃ περὶ τούτων ἡμεῖς λογιζόμεθα; Ἐχθρὸς τῆς ἀνθρωπίνης φύσεώς ἐστιν ὁ κοινὸς πάντων πολέμιος, ᾧ πᾶσά ἐστιν ἐπίνοια καὶ σπουδὴ εἰς αὐτὰ τὰ καίρια βλάπτειν τὸν ἄνθρωπον. Τίς δὲ τοιαύτη καιρία κατὰ τῶν ἀνθρώπων ἄλλη πληγὴ, ὡς τὸ ἀποβληθῆναι ἀπὸ τοῦ Θεοῦ ζωοποιοῦντος, καὶ πρὸς τὴν ἀπώλειαν τοῦ θανάτου ἑκουσίως αὐτομολῆσαι; Ἐπειδὴ τοίνυν σπουδὴ τίς ἐστι κατὰ τὸν βίον τοῖς φιλοσωμάτοις γνῶσίν τινα τῶν μελλόντων ἔχειν· δι’ ἧς ἐλπίζουσιν ἢ τῶν κακῶν ἀποφυγὴν, ἢ πρὸς τὰ καταθύμια χειραγωγίαν· τούτου χάριν, ὡς ἂν μὴ πρὸς τὸν Θεὸν οἱ ἄνθρωποι βλέποιεν, πολλοὺς τρόπους τῆς τοῦ μέλλοντος γνώσεως ἡ ἀπατηλὴ τῶν δαιμόνων ἐτεχνάσατο φύσις, οἰωνοσκοπίας, συμβολησαντίας, χρηστήρια, ἡπατοσκοπίας, νεκυΐας, ἰνδουσιασμοὺς, κατακωχὰς, ἐμπνεύσεις, καὶ ἄλλα τοιαῦτα πολλά· καὶ ὅπερ ἄν τις εἶδος προγνώσεως ἔκ τινος ἀπάτης ἀληθὲς εἶναι νομίσειεν, ἐκεῖνο τὸ ἀπατηλὸν δαιμόνιον παραφαίνεται εἰς δικαίωσιν τῆς ἡπατημένης ὑπολήψεως τοῦ πεπλανημένου. Οὕτως καὶ τὴν τοῦ ἀετοῦ πτῆσιν πρὸς τὴν τοῦ παρατετηρηκότος ἐλπίδα συνδραμεῖν παρασκευάζει ὁ δαίμων, καὶ τοῦ ἥπατος τὸν παλμὸν, καὶ τὴν ἐκ τοῦ φυσώδους γινομένην τῶν μηνίγγων παραφορὰν, καὶ τῶν ὀμμάτων παραστροφὴν, καὶ ἑκάστην κατὰ τὴν σημειωθεῖσαν ἐκ τῆς ἀπάτης παρατήρησιν ἢ τοῦ δαίμονος πανουργία προδείκνυσι τοῖς ἀπατωμένοις· ὥστε ἀποστάντας τοὺς ἀνθρώπους τοῦ Θεοῦ, προσέχειν τῇ θεραπείᾳ τῶν δαιμόνων, δι’ ὧν ἐνεργεῖσθαι τὰ τοιαῦτα πιστεύουσιν. Ἐν τοίνυν ἀπάτης εἶδος ἦν καὶ τὸ τῶν ἐγγαστριμύθων, ὧν ἡ μαγγανεία ἐπιστεύετο δύνασθαι τὰς τῶν κατοιχομένων ψυχὰς πάλιν πρὸς τὸν ἄνω βίον ἐφέλκεσθαι. Τοῦ τοίνυν Σαοὺλ ἐν ἀπογνώσει σωτηρίας γεγονότος, διὰ τὸ πανστρατιᾷ συγκεκινῆσθαι κατ’ αὐτοῦ πᾶν τὸ ἀλλόφυλον, καὶ ἐπὶ ταύτην ἐλθόντος τὴν ἐπίνοιαν, ὥστε τὸν Σαμουὴλ αὐτῷ τρόπον ὑποθέσθαι τινὰ σωτηρίας· τὸ παραμέ-

---

Gregorius Nyssenus Theol., De Pythonissa Ad Theodosium Episcopum. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001629.
