# De Virginitate 167.1

Gregorius Nyssenus, De Virginitate, 167.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/de-virginitate/167.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/de-virginitate/167.1

ΚΕΦΑΛ. Α' "Οτι κρεῖττων ἐγκωμιων ἡ παρθενία. Τὸ σεμνὸν τῆς παρθενίας εἶδος, τὸ πᾶσι μὲν τιμιὸν ἐστι τοῖς τὸ καλὸν ἐν καθαρότητι χρῴνουςι· παραγίνεται δὲ μόνους οἷς ἂν τῷ Θεοῦ χάρις εὐμενὲς πρὸς τὴν ἀγαθὴν ταύτην ἐπιθυμίαν συναγωνίζοται· αὐτὸ δὲ μὲν ἔχει τὸν πρέποντα ἔπαινον, ἀπὸ τῆς προσῳγίας τῆς συνονομαζομένης αὐτῇ. Τὸ γὰρ ἀφθαρὸν κατὰ τὴν συνήθειαν τῶν πολλῶν ἐπὶ τῆς παρθενίας λεγόμενον, σημαντικὸν ἐστι τῆς ἐν αὐτῇ καθαρότητος. Ὥστε διὰ τοῦ ἰσοδυναμοῦντος ὀνόματος ἐστιν ἐπιγνῶναι τὴν ὑπεροχὴν τοῦ τοιούτου χαρίσματος, ἐπὶ περ πολλῶν ὄντων τῶν κατ' ἀρετὴν ἐπιτελουμένων, μόνον τοῦτο τῇ ἐπωνυμίᾳ τοῦ ἀφθάρτου τετίμηται. Εἰ δὲ χρή καὶ δι' ἐγκωμίων ταύτην τοῦ Μεγάλου Θεοῦ δωρεὰν ἀποσεμνύνειν, ἀρκεῖ πρὸς εὐφημίαν αὐτῆς ὁ θεῖος Ἀπόστολος, δι' ὀλίγων ῥημάτων πᾶσαν ἐγκωμίων ὑπεροχὴν ἀποκρύψας, δὲ ἁγίαν καὶ ἀμωμον τὴν κεκοσμημένην διὰ τῆς χάριτος ταύτης ὀνομάσας. Εἰ γὰρ τὸ καθαρόσωμα τῆς σεμνῆς ταύτης παρθενίας ἐστι, τὸ ἀμωμὸν τινὰ γενέσθαι καὶ ἅγιον· ταῦτα δὲ τὰ ὀνόματα κυρίως καὶ πρῶτως εἰς δόξαν παραλαμβάνεται τοῦ ἀφθάρτου Θεοῦ· τὶς μείζων ἔπαινος παρθενίας, ἢ τὸ ἀποδεικθῆναι διὰ τούτων θεοποιούσαν τρόπον τινὰ τοὺς τῶν καθαρῶν αὐτῆς μυστηρίων μετεσχηκότας, εἰς τὸ γενέσθαι αὐτοὺς κοινωνοὺς τῆς δόξης τοῦ μόνου ὡς ἀληθῶς ἁγίου καὶ ἀμώμου Θεοῦ,

---

Gregorius Nyssenus Theol., De Virginitate. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001632.
