# De Virginitate 176.3

Gregorius Nyssenus, De Virginitate, 176.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/de-virginitate/176.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/de-virginitate/176.3

Μᾶλλον δὲ εἰ χορ μικρολόγως τοῦ τοιούτου βίου τὴν ἀτοπίαν ἐλέγχειν, ἐν μόναις μοιχαλίαις, καὶ διαστάσει, καὶ ἐπιβουλαῖς περιορίζοντας τὴν τῶν συμφορῶν ἀριθμησιν· δοκεῖ γὰρ μοι τῷ ὑψηλοτέρῳ καὶ ἀληθεστέρῳ λόγῳ, πᾶσα ἡ τοῦ βίου κακία, ἡ πᾶσι πράγμασι καὶ ἐπιτηδεύμασιν ἐνθεωρουμένη, μηδεμίαν εὑρίσκειν ἀρχὴν κατὰ τῆς τοῦ ἀνθρώπου ζωῆς, εἰ τις ἑαυτὸν μὴ ὑπάγαι τῇ ἀνάγκῃ τοῦ βίου τοῦτου. Οὕτω δὲ ἡμῖν ἡ ἀλήθεια τοῦ λόγου φανερωθήσεται. 'Ο τὴν τοῦ βίου τούτου ἀπάτην κατανοήσας χαθαρῶ τῷ τῆς ψυχῆς ὀφθαλμῷ, καὶ ὑψηλοτέρω τῶν ἐνταῦθα σπουδαζομένων γενόμενος· καὶ, καθὼς φησιν ὁ "Απόστολος, καθάπερ τινὰ δυσωδὴ σχῆδα πάντα περιρριψών, καὶ τρόπον τινὰ τοῦ βίου παντὸς διὰ τῆς τοῦ γάμου ἀναχωρήσεως ἑαυτὸν ἐξοικίσας, οὐδεμίαν ἔχει κοινωνίαν πρὸς τὰ κακὰ τὰ ἀνθρώπινα · πλεονεξίαν λέγω καὶ φθόνον, ὀργὴν τε καὶ μῖσος, καὶ κενῆς δόξης ἐπιθυμίαν, καὶ τὰ ἄλλα ὅσα τοιούτου γένους ἐστίν. Πάντων δὲ τῶν τοιούτων τὴν ἀτέλειαν ἔχων, καὶ διὰ πάντων ἐλευθεριάζει καὶ εἰρηνεύει τῷ βίῳ, οὐχ ἔστιν ἐφ' ᾧτε φιλιονείχεται τοῖς γειτνίωσι τὸν φθόνον, οὐδενὸς τῶν τοιούτων ἀπτόμενος, οἷς ὁ φθόνος ἐν τῇ ζωῇ περιφέρεται · παντὸς γὰρ τοῦ κόσμου τὴν ἑαυτοῦ ζωὴν ὑπεράρας, καὶ μόνον τίμιον ἑαυτῇ κτήμα νομίζων τὴν ἀρετὴν, ἄλιπὸν τινα καὶ εἰρηνικὸν καὶ ἀμαχον βιοτεύσει βίον. Τῆς γὰρ ἀρετῆς ἡ κτῆσις, κἂν πάντες μετέχωσιν αὐτῆς ἄνθρωποι, κατὰ τὴν ἑαυτοῦ δύναμιν ἕκαστος, δεὶ πλήρως τοῖς ἐπιθυμοῦσιν ἐστιν· οὐ κατὰ τὴν ἐπὶ γῆς κτῆσιν, ἣν διαιροῦντες εἰς τμηματα, ὅσον ἂν προσθῶσι τῇ μιᾷ μερίδι, τοσοῦτον ὑφεῖλοντο τῆς ἑτέρας, καὶ πλεονάζοντες τοῦ ἐνός, ἐλάττωσές ἐστι τοῦ συμπετέχοντος. "Οθεν καὶ περὶ τοῦ πλείονος μάχαι, διὰ τὸ πρὸς τὸ ἐλαττοῦσθαι μῖσος τοῖς ἀνθρώποις συνίσταται · ἐκεῖνο δὲ ἀνεπίβονός ἐστιν ἡ πλεονεξία τοῦ κτήματος, καὶ ὁ τὸ πλεῖον ἀρπάσας, οὐδεμίαν ἤγαγε ζημίαν τῷ μετασχεῖν ἀξιοῦντι τῶν ἰσων · ἀλλ' ὅσον ἐστὶ τις χωρητικός, αὐτὸς τε πληροῦται τῆς ἀγαθῆς ἐπιθυμίας, καὶ ὁ πλοῦτος τῶν ἀρετῶν ἐν τοῖς προλαβούσιν οὐ καταναλίσκεται. 'Ο τοίνυν πρὸς τοῦτον ἀποβλέπων τὸν βίον, καὶ τὴν ἀρετὴν ἑαυτῷ θησαυρίζων, ἣν οὐδεὶς ὅρος ἀνθρώπινος περιγράφει, ἀρα καταδιέξεται ποτε πρὸς τι τῶν ταπεινῶν ἣν πεπατημένων τὴν ἑαυτοῦ ψυχὴν ἐπικλίναι; ἀρα θαυμάσει τὸν γήϊνον πλοῦτον, ἢ δυναστείαν ἀνθρωπίνην, ἢ ἄλλο τι τῶν ὑπ' ἀνολας σπουδαζομένων; Εἰ μὲν γὰρ τις ἐπὶ ταῦτα διάκειται τὸ ταπεινῶς, ἔξω τοῦ τοιούτου ἀν εἴη χοροῦ, καὶ οὐδὲν πρὸς τὸν ἡμέτερον ἔχει λόγον · εἰ δὲ τὰ ἄνω φρονεῖ, καὶ συμμετεωροπορεῖ τῷ Θεῷ, ὑψηλότερος πάντως τῶν τοιούτων ἐστιν, οὐχ ἔχων τὴν κοινὴν ἀφορμὴν τῆς περὶ ταῦτα πλάνης, τὸν γάμον λέγω · τοῦ γὰρ ὑπὲρ τοὺς ἄλλους θέλειν εἶναι, τὸ χαλεπὸν τοῦτο πᾶθος, ἡ ὑπερηφανία, ὁ δὴ μάλιστα σπέρμα

---

Gregorius Nyssenus Theol., De Virginitate. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001632.
